«Ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε· ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον». Ἰησοῦς Χριστός (Ἰωάν. ιστ΄33).

Παρασκευή 6 Απριλίου 2018

Μεγάλη Παρασκευή




Ἰδιόμελα. Ἦχος βαρύς.

Θάμβος ἦν κατιδεῖν, 
τὸν οὐρανοῦ καὶ γῆς Ποιητήν, 
ἐπὶ Σταυροῦ κρεμάμενον
ἥλιον σκοτισθέντα, 
τὴν ἡμέραν δὲ πάλιν εἰς νύκτα μετελθοῦσαν,
 καὶ τὴν γῆν ἐκ τάφων ἀναπέμπουσαν, 
σώματα νεκρῶν·
μεθ' ὧν προσκυνοῦμέν σε, 
σῶσον ἡμᾶς Κύριε. 

Ἦχος α΄

 Πᾶσα ἡ κτίσις, ἠλλοιοῦτο φόβῳ, 
θεωροῦσά σε, 
ἐν σταυρῷ κρεμάμενον Χριστέ, 
ὁ ἥλιος ἐσκοτίζετο, 
καὶ γῆς τὰ θεμέλια συνεταράττετο, 
τὰ πάντα συνέπασχον, 
τῷ τὰ πάντα κτίσαντι, 
ὁ ἑκουσίως δι' ἡμᾶς ὑπομείνας, 
Κύριε δόξα σοι.

Πηγή: Ὕμνοι Τριωδίου