«Ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε· ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον». Ἰησοῦς Χριστός (Ἰωάν. ιστ΄33).

Πέμπτη 17 Μαΐου 2018

Ἡ Ἀνάληψις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ



Ἀπολυτίκιον Ἦχος δ’.
 
Ἀνελήφθης ἐν δόξῃ, Χριστὲ ὁ Θεὸς ἡμῶν, 

χαροποιήσας τοὺς Μαθητάς, 

τὴ ἐπαγγελία τοῦ Ἁγίου Πνεύματος, 

βεβαιωθέντων αὐτῶν διὰ τῆς εὐλογίας, 

ὅτι σὺ εἰ ὁ Υἱός τοῦ Θεοῦ, 

ὁ Λυτρωτὴς τοῦ κόσμου.


ΚοντάκιονἮχος πλ. δ΄.
 
Τὴν ὑπὲρ ἡμῶν, πληρώσας οἰκονομίαν, 

καὶ τὰ ἐπὶ γῆς, ἑνώσας τοῖς οὐρανίοις,

ἀνελήφθης ἐν δόξῃ, Χριστὲ ὁ Θεὸς ἡμῶν, 

οὐδαμόθεν χωριζόμενος, ἀλλὰ μένων ἀδιάστατος,

καὶ βοῶν τοῖς ἀγαπῶσί σε·

Ἐγώ εἰμι μεθ’ ὑμῶν, καὶ οὐδεὶς καθ’ ὑμῶν.


Μεγαλυνάριον

Ἐκ τοῦ ὄρους Σῶτερ τῶν Ἐλαιῶν, 

σαρκὶ ἀνελήφθης, καθορόντων τῶν Μαθητῶν·

ὅθεν σου τὴν θείαν, Ἀνάληψιν ὑμνοῦμεν, 

δι᾿ἦς ἡμᾶς πρὸς δόξαν, ὑψῶσας ἄρρητον. 

Ὕμνοι Πεντηκοσταρίου