«Ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε· ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον». Ἰησοῦς Χριστός (Ἰωάν. ιστ΄33).

Τρίτη 29 Μαΐου 2018

Εἰς δόξαν τῆς Ἁγίας Τριάδος, τοῦ Μόνου Ἀληθινοῦ ΘΕΟΥ!



Ἀπολυτίκιον. Ἦχος πλ. δ΄.
Εὐλογητὸς εἶ Χριστὲ ὁ Θεὸς ἡμῶν, 
ὁ πανσόφους τοὺς ἀλιεῖς ἀναδείξας, 
καταπέμψας αὐτοῖς τὸ Πνεῦμα τὸ Ἅγιον, 
καὶ δι’ αὐτῶν τὴν οἰκουμένην σαγηνεύσας· 
Φιλάνθρωπε, δόξα σοι.


Κοντάκιον. Ἦχος πλ. δ΄.
Ὅτε καταβὰς τὰς γλώσσας συνέχεε, 
διεμέριζεν ἔθνη ὁ Ὕψιστος· 
ὅτε τοῦ πυρὸς τὰς γλώσσας διένειμεν, 
εἰς ἑνότητα πάντας ἐκάλεσε·*
καὶ συμφώνως δοξάζομεν τὸ Πανάγιον Πνεῦμα.


Μεγαλυνάριον 
Ἐν πυρίναις γλώσσαις τοῖς Μαθηταῖς, 
ἐν τῷ ὑπερῴῳ ὡς ὑπέσχου ἐκ τοῦ Πατρός, 
ἔπεμψας Σωτήρ μου τὸ συμφυές σου Πνεῦμα, 
καὶ τούτους τῆς σῆς δόξης, ῥήτορας ἔδειξας.  


Πηγή: Νέος Ἐνιαύσιος Στέφανος, Μοναχοῦ Γερασίμου Μικραγιαννανίτου, «Ἅγιον Ὄρος 2002» Ὕμνοι Πεντηκοσταρίου, σελ. 468-469.

________________________________________________________________________
*Ἐξήγηση: εἰς ἑνότητα πάντας ἐκάλεσε·: ἐννοεῖ τοὺς ὁμοδόξους Ὀρθοδοξους Χριστιανοὺς.