Εἰς τὴν Λιτήν, Στιχηρὰ ἰδιόμελα.
Ἦχος α'
Γεωργίου Σικελιώτου
Εὐφραίνου ἐν Κυρίῳ πόλις Θεσσαλονίκη,
Ἦχος α'
Γεωργίου Σικελιώτου
Εὐφραίνου ἐν Κυρίῳ πόλις Θεσσαλονίκη,
ἀγάλλου καὶ χόρευε, πίστει λαμπροφοροῦσα,
Δημήτριον τὸν πανένδοξον ἀθλητήν,
καὶ Μάρτυρα τῆς ἀληθείας,
ἐν κόλποις
κατέχουσα ὡς θησαυρόν,
ἀπόλαβε τῶν θαυμάτων τὰς ἰάσεις καθορῶσα,
καὶ
βλέπε καταράσσοντα τῶν Βαρβάρων τὰ θράση,
καὶ εὐχαρίστως τῷ Σωτῆρι
ἀνάκραξον·
Κύριε δόξα σοι.
Ὁ αὐτός Ἀνατολίου
Τῇ τῶν ᾀσμάτων τερπνότητι,
τὴν παροῦσαν φαιδρύνωμεν ἡμέραν,
καὶ ἠχήσωμεν
τὰ τοῦ Μάρτυρος ἀγωνίσματα·
πρόκειται γὰρ ἡμῖν εἰς εὐφημίαν ὁ μέγας
Δημήτριος.
Καὶ γὰρ τὰς τῶν τυράννων ἐπιφορὰς ἀνδρείως ἑλών,
πρὸς τὸ
στάδιον προθύμως ἥλατο,
καὶ τὰ νικητήρια ἐνδόξως ἀπενεγκάμενος,
τὸν
Σωτῆρα δυσωπεῖ, σωθῆναι τάς ψυχὰς ἡμῶν.
Δόξα... Ἦχος β'
Γερμανοῦ
Εἰς τὰ ὑπερκόσμια σκηνώματα,
τὸ πνεῦμά σου Δημήτριε Μάρτυς σοφέ,
Χριστὸς ὁ
Θεὸς προσήκατο ἀμώμητον·
σὺ γὰρ τῆς Τριάδος γέγονας ὑπέρμαχος,
ἐν τῷ
σταδίῳ ἀνδρείως ἐναθλήσας ὡς ἀδάμας στερρός,
λογχευθεὶς δὲ τὴν πλευράν,
τὴν ἀκήρατόν σου πανσεβάσμιε,
μιμούμενος τὸν ἐπὶ ξύλου τανυσθέντα,
εἰς
σωτηρίαν παντὸς τοῦ κόσμου,
τῶν θαυμάτων εἴληφας τὴν ἐνέργειαν,
ἀνθρώποις παρέχων τὰς ἰάσεις ἀφθόνως.
Διό σου σήμερον τὴν κοίμησιν
ἑορτάζοντες,
ἐπαξίως δοξάζομεν, τὸν σὲ δοξάσαντα κύριον.
Καὶ νῦν... Θεοτοκίον
Ὢ τοῦ μεγίστου μυστηρίου!
βλέπων τὰ θαύματα, ἀνακηρύττω τὴν θεότητα,
οὐκ
ἀρνοῦμαι τὴν ἀνθρωπότητα·
ὁ γὰρ Ἐμμανουήλ,
φύσεως μὲν πύλας ἤνοιξεν ὡς
ἄνθρωπος,
παρθενίας δὲ κλεῖθρα οὐ διέρρηξεν ὡς Θεός,
ἀλλ' οὕτως ἐκ
μήτρας προῆλθεν, ὡς δι' ἀκοῆς εἰσῆλθεν, οὕτως ἐσαρκώθη, ὡς συνελήφθη.
Ἀπαθῶς εἰσῆλθεν, ἀφράστως ἐξῆλθε, κατὰ τὸν Προφήτην τὸν λέγοντα· Αὕτη ἡ
πύλη κεκλεισμένη ἔσται, οὐδεὶς οὐ μὴ διέλθῃ δι' αὐτῆς, εἰ μὴ Κύριος ὁ
Θεὸς Ἰσραήλ, ὁ ἔχων τὸ μέγα ἔλεος.
Πηγή: Μηναῖον Ὀκτωβρίου & glt.goarch.org/