«Ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε· ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον». Ἰησοῦς Χριστός (Ἰωάν. ιστ΄33).

Εμφάνιση αναρτήσεων με ετικέτα Εὐχή. Εμφάνιση όλων των αναρτήσεων
Εμφάνιση αναρτήσεων με ετικέτα Εὐχή. Εμφάνιση όλων των αναρτήσεων

Κυριακή 1 Ιανουαρίου 2023

Καλή χρονιά!

 

 


Καλή χρονιά κι εὐλογημένη,

εὐχόμαστε ὅλοι μαζί,

καὶ ἡ ψυχή ἂς εἶνʼ δοσμένη 

στὸν Ὕψιστο μας Λυτρωτή!

 

Χρόνια Πολλά καὶ μὲ ὑγεία

πίστη καὶ φώτιση, χαρά,

κοντά μας νά  ʼναι ἡ Παναγία

ποὺ προστατεύει τὰ παιδιά!

 

Πέμπτη 1 Σεπτεμβρίου 2022

Καλό καὶ θεάρεστο Ἐκκλησιαστικό Ἔτος!

 

 
Εὐχόμαστε ἀπό καρδιᾶς 
 
σὲ κάθε ἀναγνώστη, 
 
καλό, εὐλογημένο,
 
θεάρεστο, καρποφόρο,
 
εἰρηνικό, φιλακόλουθο,
 
φιλόθεο, φιλάγιο καὶ φιλάνθρωπο
  
νέο Ἐκκλησιαστικὸ ἔτος!
 
 
 

Παρασκευή 19 Αυγούστου 2022

Εὐχὴ ἐξομολογητικὴ εἰς τὴν ὑπεραγίαν Θεοτόκον», Ἁγίου Γρηγορίου Παλαμᾶ

 


Koimisis Theotokou 4

16αρθένε Δέσποινα Θεοτόκε, ἡ τὸν Θεὸν Λόγον κατὰ σάρκα γεννήσασα, οἶδα μέν, οἶδα, ὅτι οὐκ ἔστιν εὐπρεπές, οὐδὲ ἄξιον ἐμὲ τὸν οὕτω πανάσωτον εἰκόνα καθαρὰν σοῦ τῆς ἁγνῆς, σοῦ τῆς ἀειπαρθένου, σοῦ τῆς σῶμα καὶ ψυχὴν ἐχούσης καθαρὰ καὶ ἀμόλυντα, ὀφθαλμοῖς μεμολυσμένοις ὁρᾶν καὶ χείλεσιν ἀκαθάρτοις καὶ βεβήλοις περιπτύσσεσθαι, ἢ παρακαλεῖν. Δίκαιον γάρ ἐστιν ἐμὲ τὸν οὕτω πανάσωτον ὑπὸ τῆς σῆς καθαρότητος μισεῖσθαι καὶ βδελύττεσθαι· πλήν, ἐπειδήπερ διὰ τοῦτο γέγονεν ὁ Θεός, ὃν ἐγέννησας, ἄνθρωπος, ὅπως καλέσῃ τοὺς ἁμαρτωλοὺς εἰς μετάνοιαν, θαρρῶν κἀγὼ προσέρχομαί σοι μετὰ δακρύων δεόμενος. 

Δέξαι μου τὴν παροῦσαν τῶν πολλῶν καὶ χαλεπῶν πταισμάτων ἐξομολόγησιν, καὶ προσάγαγε τῷ μονογενεῖ σου Υἱῷ καὶ Θεῷ, ἱκετηρίαν ποιοῦσα, ὅπως ἵλεως γένηται τῇ ἀθλίᾳ καὶ ταλαιπώρῳ μου ψυχῇ· διὰ γὰρ τὸ πλῆθος τῶν ἀνομιῶν μου κωλύομαι τοῦ πρὸς αὐτὸν ἀτενίσαι καὶ αἰτῆσαι συγχώρησιν. Διὰ τοῦτο σὲ προβάλλομαι πρέσβυν τε καὶ μεσῖτιν, διότι πολλῶν καὶ μεγάλων ἀπολαύσας δωρεῶν παρὰ τοῦ πλαστουργήσαντός με Θεοῦ, ἀμνήμων πάντων φανεὶς ὁ ἄθλιος καὶ ἀχάριστος, εἰκότως παρασυνεβλήθην τοῖς κτήνεσι τοῖς ἀνοήτοις καὶ ὡμοιώθην αὐτοῖς· πτωχεύων ταῖς ἀρεταῖς, πλουτῶν τοῖς πάθεσιν, αἰσχύνης πεπληρωμένος, παρρησίας θείας ἐστερημένος, κατακρινόμενος ὑπὸ Θεοῦ, θρηνούμενος ὑπὸ Ἀγγέλων, γελώμενος ὑπὸ δαιμόνων, μισούμενος παρὰ ἀνθρώπων, ἐλεγχόμενος ὑπὸ τοῦ συνειδότος, ὑπὸ τῶν πονηρῶν μου πράξεων καταισχυνόμενος, καὶ πρὸ θανάτου νεκρὸς ὑπάρχων, καὶ πρὸ τῆς κρίσεως αὐτοκατάκριτος ὤν, καὶ πρὸ τῆς ἀτελευτήτου κολάσεως αὐτοτιμώρητος ὑπὸ τῆς ἀπογνώσεως τυγχάνων. Διὸ δὴ εἰς τὴν σὴν καὶ μόνην καταφεύγω θερμοτάτην ἀντίληψιν, Δέσποινα Θεοτόκε, ὁ τῶν μυρίων ὀφειλέτης ταλάντων ἐγώ, ὁ ἀσώτως δαπανήσας τὴν πατρικὴν οὐσίαν μετὰ πορνῶν, ὁ πορνεύσας ὑπὲρ τὴν πόρνην, ὁ παρανομήσας ὑπὲρ τὸν Μανασσῆν, ὁ ὑπὲρ τὸν πλούσιον ἄσπλαγχνος γεγονώς, ὁ λαιμαργιῶν δοῦλος, τὸ τῶν πονηρῶν λογισμῶν δοχεῖον, ὁ τῶν αἰσχρῶν καὶ ῥυπαρῶν λόγων θησαυροφύλαξ, ὁ πάσης ἀκαθαρσίας ἔμπλεως καὶ πάσης ἀγαθῆς ἐργασίας ἀλλότριος.

Ἐλέησόν μου τὴν ταπείνωσιν, οἰκτείρησόν μου τὴν ἀσθένειαν. Μεγάλην ἔχεις πρὸς τὸν ἐκ σοῦ τεχθέντα τὴν παρρησίαν, ὡς οὐδεὶς ἕτερος. Πάντα δύνασαι, ὡς Θεοῦ Μήτηρ. Πάντα ἰσχύεις, ὡς πάντων ὑπερέχουσα κτισμάτων. Οὐδέν σοι ἀδυνατεῖ, ἐὰν θελήσῃς μόνον. Μὴ τὰ δάκρυά μου παρίδῃς· μὴ βδελύξῃ μου τὸν στεναγμόν· μὴ ἀπώσῃ μου τὸν ἐγκάρδιον πόνον· μὴ καταισχύνῃς μου τὴν εἰς σὲ προσδοκίαν· ἀλλὰ ταῖς μητρικαῖς σου δεήσεσι τὴν τοῦ ἀγαθοῦ Υἱοῦ καὶ Θεοῦ σου ἀβίαστον βιασαμένη εὐσπλαγχνίαν, ἀξίωσόν με τὸν ταλαίπωρον καὶ ἀνάξιον δοῦλόν σου τὸ πρῶτον καὶ ἀρχαῖον ἐπαναλαβεῖν κάλλος τῆς ψυχῆς, τὴν τῶν παθῶν ἀμορφίαν ἀποβαλεῖν, ἐλευθερωθῆναι ἀπὸ τῆς ἁμαρτίας, δουλωθῆναι τῇ δικαιοσύνῃ, ἐκδύσασθαι τὸν μιασμὸν τῆς σαρκικῆς ἡδονῆς, ἐνδύσασθαι τὸν ἁγιασμὸν τῆς ψυχικῆς καθαρότητος, νεκρωθῆναι τῷ κόσμῳ, ζῆσαι τῇ ἀρετῇ· ὁδοιποροῦντί μοι συνοδεύουσα, ἐν θαλάσσῃ πλέοντι συμπλέουσα, ἀεὶ πολεμοῦντάς με δαίμονας νικῶσα, ἀγρυπνοῦντά με ἐνισχύουσα, ὑπνοῦντα διαφυλάττουσα, θλιβόμενον παραμυθουμένη, ὀλιγοψυχοῦντα παρακαλοῦσα, ἀσθενοῦντα ῥωννύουσα, ἀδικούμενον ῥυομένη, συκοφαντούμενον ἀθωοῦσα, εἰς θάνατον κινδυνεύοντα συντόμως προφθάνουσα, φοβερόν με ὁρατοῖς ἐχθροῖς καὶ ἀοράτοις δεικνύουσα καθ᾿ ἑκάστην, ἵνα γνώσωσι πάντες οἱ ἀδίκως τυραννοῦντές με δαίμονες τίνος δοῦλος ὑπάρχω.

Ναί, ὑπεραγία μου Δέσποινα Θεοτόκε, ἐπάκουσόν μου τῆς οἰκτροτάτης ταύτης δεήσεως, καὶ μὴ καταισχύνῃς με ἀπὸ τῆς προσδοκίας μου, ἡ ἐλπὶς πάντων τῶν περάτων τῆς γῆς. Τὸν βρασμὸν τῆς σαρκός μου κατάσβεσον· τὸν ἐν τῇ ψυχῇ μου ἐγειρόμενον ἀγριώτατον κλύδωνα τοῦ ἀκαίρου θυμοῦ καταπράϋνον· τὸν τῦφον καὶ τὴν ἀλαζονείαν τῆς ματαίας νεότητος ἐκ τοῦ νοός μου ἀφάνισον· τὰς νυκτερινὰς φαντασίας τῶν πονηρῶν πνευμάτων καὶ τὰς καθημερινὰς τῶν ἀκαθάρτων ἐννοιῶν προσβολὰς ἐκ τῆς καρδίας μου μείωσον· παίδευσόν μου τὴν γλῶτταν λαλεῖν τὰ συμφέροντα· δίδαξον τοὺς ὀφθαλμούς μου τοῦ βλέπειν ὀρθῶς τῆς ἀρετῆς τὴν εὐθύτητα· τοὺς πόδας μου τρέχειν ἀσκελίστως ποίησον τὴν μακαρίαν ὁδὸν τῶν ἐντολῶν τοῦ Θεοῦ· τὰς χεῖράς μου ἁγιασθῆναι παρασκεύασον, ἵνα ἀξίως αἴρωνται πρὸς τὸν Ὕψιστον· κάθαρόν μου τὸ στόμα, ἵνα μετὰ παρρησίας ἐπικαλέσωμαι Πατέρα τὸν φοβερὸν Θεὸν καὶ πανάγιον. Ἄνοιξόν μου τὰ ὦτα, ἵνα ἀκούσω αἰσθητῶς καὶ νοερῶς τὰ γλυκύτερα μέλιτος καὶ κηρίου τῶν ἁγίων Γραφῶν λόγια· δεχόμενος ποιῶ αὐτὰ ὑπὸ σοῦ κραταιούμενος. 

Δός μοι καιρὸν μετανοίας καὶ λογισμὸν ἐπιστροφῆς. Αἰφνιδίου με ἐλευθέρωσον θανάτου. Κατακεκριμένου με συνειδότος ἀπάλλαξον. Τέλος παράστηθί μοι ἐν τῷ χωρισμῷ τῆς ταπεινῆς μου ψυχῆς ἐκ τοῦ ἀθλίου τούτου σώματος, τὴν ἀφόρητον ἐκείνην ἐλαφρύνουσα βίαν, τὸν ἀνέκφραστον ἐκεῖνον ἐπικουφίζουσα πόνον, τὴν ἀπαραμύθητον ἐκείνην παραμυθουμένη στενοχωρίαν, τῆς σκοτεινῆς με τῶν δαιμόνων λυτρουμένη μορφῆς, τοῦ πικροτάτου λογοθεσίου τῶν τελωνῶν τοῦ ἀέρος καὶ τῶν ἀρχόντων τοῦ σκότους ἐξαίρουσα, τὰ χειρόγραφα τῶν πολλῶν μου ἁμαρτιῶν διαρρήσουσα, τῷ Θεῷ με οἰκειοῦσα, τῆς ἐκ δεξιῶν αὐτοῦ καὶ μακαρίας στάσεως, τῆς ἐν τῷ φοβερῷ κριτηρίῳ, καταξιοῦσα, τῶν αἰωνίων καὶ ἀνυποίστων ῥυομένη κολάσεων, τῶν ἀοιδίμων καὶ ἀκηράτων ἀγαθῶν ποιοῦσα κληρονόμον. 

Ταύτην σοι προσφέρω τὴν ἐξομολόγησιν, Δέσποινα Θεοτόκε, τὸ φῶς τῶν ἐσκοτισμένων μου ὀφθαλμῶν, ἡ παραμυθία ἐμῆς ψυχῆς, ἡ μετὰ Θεόν μου ἐλπὶς καὶ προστασία· ἣν εὐμενῶς πρόσδεξαι, καὶ καθάρισόν με ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος, ἀξιοῦσά με ἐν τῷ παρόντι αἰῶνι ἀκατακρίτως μετέχειν τοῦ ἀχράντου σώματος καὶ αἵματος τοῦ Υἱοῦ καὶ Θεοῦ σου, ἐν τῷ μέλλοντι δὲ τῆς γλυκύτητος τοῦ οὐρανίου δείπνου, τῆς τρυφῆς τοῦ παραδείσου, τῆς βασιλείας τοῦ Θεοῦ, ἔνθα πάντων ἐστὶν εὐφραινομένων ἡ κατοικία. Καὶ τούτων τυχὼν τῶν ἀγαθῶν ὁ ἀνάξιος, δοξάσω εἰς αἰῶνα αἰῶνος τὸ πάντιμον καὶ μεγαλοπρεπὲς ὄνομα τοῦ Υἱοῦ καὶ Θεοῦ σου, τοῦ δεχομένου πάντας τοὺς ἐξ ὅλης μετανοοῦντας ψυχῆς, διὰ τὸ σὲ γενομένην πάντων τῶν ἁμαρτωλῶν μεσῖτιν καὶ ἐγγυήτριαν, καὶ διὰ σοῦ, πανύμνητε καὶ ὑπεράγαθε Δέσποινα, περισῴζεται πᾶσα βροτεῖα φύσις, αἰνοῦσα καὶ εὐλογοῦσα Πατέρα καὶ Υἱὸν καὶ Ἅγιον Πνεῦμα, τὴν παναγίαν Τριάδα καὶ ὁμοούσιον, πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

 

Ἀπόδοσις εἰς τὴν νεοελληνικήν:  Βασίλειος Σκιαδᾶς, θεολόγος 

Παρθένε Δέσποινα Θεοτόκε ἐσὺ ποὺ γέννησες κατὰ σάρκα τὸ Θεὸ Λόγο, γνωρίζω ὅτι δὲν εἶναι εὐπρεπές, οὔτε ἄξιο, γιὰ μένα τὸν πανάσωτο, ἔχοντας ἀκόμη μολυσμένα μάτια και ἀκάθαρτα χείλη, νὰ ἴδω τὴν εἰκόνα, σοῦ τῆς Ἁγνῆς, τῆς Ἀειπαρθένου, τῆς ἐχούσης τὸ σῶμα καὶ τὴν ψυχὴν καθαρὰ καὶ ἀμόλυντα, νὰ τὴν προσκυνῶ καὶ νὰ τὴν παρακαλῶ. Πιὸ σωστὸ εἶναι γιὰ μένα τὸν ἄσωτο νὰ μισηθῶ καὶ νὰ ἐπιτιμηθῶ ἀπὸ τὴ δική σου καθαρότητα· ἐπειδὴ ὅμως ὁ Θεὸς τὸν Ὁποῖον γέννησες, ἔγινε ἄνθρωπος γιὰ νὰ μᾶς καλέσῃ τοὺς ἁμαρτωλοὺς σὲ μετάνοια, παίρνω καὶ ἐγὼ τὸ θάῤῥος καὶ προσέρχομαι κοντά σου καὶ σὲ παρακαλῶ μὲ δάκρυα.

Κάμε δεκτὴ τὴν ἐξαγόρευση τῶν πολλῶν καὶ χαλεπῶν ἁμαρτιῶν μου καὶ φέρε τὴ μετάνοιά μου στὸ μονογενή σου Υἱὸ καὶ Θεό, παρακαλώντάς τον νὰ λυπηθῇ τὴν ἄθλια καὶ ταλαίπωρη ψυχή μου. Γιατὶ ἕνεκα τοῦ πλήθους τῶν ἁμαρτιῶν μου ἐμποδίζομαι νὰ ἀτενίσω πρὸς Αὐτὸν καὶ νὰ ζητήσω συγχώρηση. Γι᾿ αὐτὸ σὲ προβάλλω ὡς πρέσβη καὶ μεσίτρια, γιατί ἐνῶ ἀπόλαυσα πολλῶν καὶ μεγάλων δωρεῶν παρὰ τοῦ δημιουργήσαντός με Θεοῦ, τὶς ξέχασα ὅλες, ὁ ἄθλιος καὶ ἀχάριστος, ὁμοιωθεὶς ἔτσι μὲ τὰ ἀνόητα κτήνη· πτωχεύοντας στὶς ἀρετές, καὶ πλουτώντας στὰ πάθη, γεμάτος ντροπὴ καὶ στερημένος ἀπὸ τὴ θεία παῤῥησία, ἔχω κατακριθεῖ ἀπὸ τὸ Θεό, καὶ γι᾿ αὐτὸ θρηνοῦν γιὰ μένα οἱ Ἄγγέλοι, καὶ χαίρονται οἱ δαίμονες. Μισοῦμαι ἀπὸ τοὺς ἀνθρώπους, ἐλεγχόμενος ὑπὸ τῆς συνειδήσεως, γεμᾶτος ντροπὴ γιὰ τὰ πονηρά μου ἔργα, νεκρὸς πρὶν τὸ θάνατό μου, καὶ πρὶν τὴν κρίση αὐτοκατάκριτος, καὶ πρὶν ἀπὸ τὴν ἀτελεύτητη κόλαση αὐτοτιμωρούμενος ἀπὸ τὴν ἀπόγνωση. Γι᾿ αὐτὸ καταφεύγω μόνο στὴ δική σου καὶ μόνη βοήθεια, Δέσποινα Θεοτόκε, ὁ ὀφειλέτης μυρίων ταλάντων, ἐγὼ ποὺ σπατάλησα τὴν πατρικὴ περιουσία μὲ πόρνες, ποὺ φέρθηκα χειρότερα καὶ ἀπὸ τὴν πόρνη, ποὺ παρανόμησα πιὸ πολὺ ἀπὸ τὸν Μανασσῆ, ποὺ ἔγινα ἄσπλαγχνος περισσότερο καὶ ἀπὸ τὸν πλούσιο, ὁ λαίμαργος δοῦλος, τὸ δοχεῖο τῶν πονηρῶν λογισμῶν, ὁ φύλακας τῶν αἰσχρῶν καὶ ῥυπαρῶν λόγων, ὁ γεμάτος μὲ κάθε ἀκαθαρσία, ὁ ξένος κάθε ἀγαθοῦ ἔργου.

Ἐλεήσέ μου τὴν ταπείνωση καὶ λυπήσου τὴν ἀσθένειά μου. Σὺ μόνο ἔχεις τόσο μεγάλη παῤῥησία πρὸς τὸν ἐκ σοῦ τεχθέντα καὶ κανεὶς ἄλλος. Τὰ πάντα μπορεῖς ὡς Μητέρα τοῦ Θεοῦ. Γιὰ ὅλα ἔχεις τὴν ἰσχὺ ὡς ὑπερέχουσα ὅλων τῶν κτισμάτων. Τίποτα δὲν σοῦ εἶναι ἀδύνατο, ἀρκεῖ νὰ τὸ θελήσεις. Μὴν παραβλέψῃς τὰ δάκρυά μου, μὴν ἀηδιάσῃς τὸ στεναγμό μου, μὴν ἀποστραφῇς τὸν πόνον τῆς καρδιᾶς μου, μὴν ντροπιάσῃς τὴν προσδοκίαν μου σὲ σένα, ἀλλὰ μὲ τὶς μητρικές σου παρακλήσεις ἀπόσπασε γιὰ μένα τὴν εὐσπλαγχνία τοῦ ἀγαθοῦ Υἱοῦ σου καὶ Θεοῦ καὶ ἀξίωσέ με τὸν ταλαίπωρο καὶ ἀνάξιο δοῦλό σου νὰ ξαναβρῶ τὸ ἀρχαῖο προπτωτικὸ κάλλος τῆς ψυχῆς, νὰ ἀποβάλω τὴν ἀσχήμια τῶν παθῶν, νὰ ἀπελευθερωθῶ ἀπὸ τὰ δεσμὰ τῆς ἁμαρτίας καὶ νὰ γίνω ὑπηρέτης τῆς δικαιοσύνης, νὰ ἐκδυθῶ τὸ μόλυσμα τῆς σαρκικῆς ἡδονῆς καὶ νὰ ἐνδυθῶ τὸν ἁγιασμὸ τῆς ψυχικῆς καθαρότητας, νὰ νεκρωθῶ γιὰ τὸν κόσμο καὶ νὰ ζήσω μέσα στὴν ἀρετή. Συνοδοιπόρησε καὶ σύμπλευσε μαζί μου, στὶς ἀγρυπνίες ἐνίσχυσέ με, παρηγόρησέ με στὶς θλίψεις, γιὰ τὶς ὀλιγοψυχίες μου παρακάλεσε, δώρισέ μου τὴν θεραπεία τῶν ἀσθενειῶν, λύτρωσέ με ἀπὸ τὶς ἀδικίες, ἀπὸ τὶς συκοφαντίες ἀθώωσέ με, στὸ θανάσιμο κίνδυνο σπεῦσε σὲ βοήθειά μου. Ἀνάδειξέ με καθημερινὰ ἰσχυρὸ στοὺς ἀόρατους ἐχθρούς μου, γιὰ νὰ μάθουν ὅλοι οι δαίμονες ποὺ ἄδικα μὲ τυραννοῦν ποιανοῦ εἶμαι δοῦλος.

Ναί, ὑπεραγία μου Δέσποινα Θεοτόκε, ἐπάκουσε τὴν οἰκτρὴ δεήσή μου, καὶ μὴ ντροπιάσῃς τὴν προσδοκία μου, σὺ ποὺ (μετά το Θεὸ) εἶσαι ἡ ἐλπίδα πάντων τῶν περάτων τῆς γῆς. Τὸ βρασμὸ τῆς σάρκας μου κατάσβεσε, τὴν ἀγριώτατη ταραχὴ τῇς ψυχῇς μου κατεύνασε, τὸν πικρὸ θυμό μου καταπράϋνε, τὸν τῦφο καὶ τὴν ἀλαζονία τῆς μάταιας οἰήσεως ἀφάνισε ἀπὸ τὸ νοῦ μου. Μείωσε τὶς νυκτερινὲς φαντασιώσεις τῶν πονηρῶν πνευμάτων, καθὼς καὶ τὶς καθημερινὲς τῶν ἀκάθαρτων ἐννοιῶν προσβολὲς ἀπὸ τὴν καρδιά μου. Διαπαιδαγώγησε τὴ γλῶσσα μου γιὰ νὰ λέει τὰ συμφέροντα. Δίδαξε τὰ μάτια μου νὰ βλέπουν σωστὰ τὴν ὁδὸ τῆς ἀρετῆς. Ἐνίσχυσε τὰ πόδια μου γιὰ νὰ βαδίζουν τὴν μακαρία ὁδὸ τῶν ἐντολῶν τοῦ Θεοῦ. Τὰ χέρια μου ἁγίασε γιὰ νὰ τὰ σηκώνω ἐπάξια στὸν Ὕψιστο. Καθάρισε τὸ στόμα μου, γιὰ νὰ ἐπικαλοῦμαι μὲ παῤῥησία ὡς Πατέρα τὸν πανάγιο καὶ φοβερὸ Θεό. Ἄνοιξε τὰ αὐτιά μου, γιὰ νὰ ἀκούω, καταλαβαίνω καὶ ἐφαρμόζω τὰ λόγια τῶν Ἁγίων Γραφῶν, ποὺ εἶναι πιὸ γλυκὰ ἀπὸ τὸ κερὶ καὶ τὸ μέλι, ἐνισχυόμενος ἀπὸ ἐσέ.

Δῶσε μου καιρὸ μετανοίας, καὶ λογισμὸ ἐπιστροφῆς. Φύλαξέ με ἀπὸ τὸν αἰφνίδιο θάνατο. Ἀπάλλαξέ με ἀπὸ τὴν κατάκριση τῆς συνειδήσεως. Τέλος παραστάσου κοντά μου κατὰ τὸ χωρισμὸ τῆς ψυχῆς μου ἀπὸ τὸ ἄθλιο μου σῶμα, γιὰ νὰ ἐλαφρύνῃς ἔτσι τὴν ἀφόρητη αὐτὴ βία, νὰ ἀνακουφίσῃς τὸν ἀνέκφραστον πόνον, καὶ νὰ παρηγορήσεις τὴν ἀπαραμύθητη στενοχώρια μου. Λύτρωσέ με ἀπὸ τὴ σκοτεινὴ μορφὴ τῶν δαιμόνων, παραμερίζουσα τὸν ἄρχοντα τοῦ σκότους καὶ σχίζουσα τὰ χειρόγραφα τῶν πολλῶν μου ἁμαρτιῶν. Φέρε με σὲ οἰκειότητα μὲ τὸ Θεὸ καὶ ἀξίώσέ με νὰ βρεθῶ στὰ δεξιά Του, κατὰ τὴν ὥρα τῆς φοβερῆς κρίσεως, καὶ νὰ μὲ κάμῃς κληρονόμο τῶν αἰωνίων καὶ ἄφθορων ἀγαθῶν.

Αὐτὴ τὴν ἐξομολόγησή μου ἀπευθύνω σὲ σένα Δέσποινα Θεοτόκε, τὸ φῶς τῶν ἐσκοτισμένων μου ὀφθαλμῶν, ἡ παραμυθία τῆς ψυχῆς μου, ἡ μετὰ τὸν Θεὸν ἐλπὶς καὶ προστασία μου, τὴν ὁποία ἐξομολόγησή μου δέξου εὐμενῶς καὶ καθάρισὲ με ἀπὸ κάθε μολυσμὸ σαρκὸς καὶ πνεύματος. Ἀξίωσέ με ἐν ὅσῳ ζῶ νὰ κοινωνῶ χωρὶς κατάκριση, τὸ πανάγιο καὶ πανάχραντο Σῶμα καὶ Αἷμα τοῦ Υἱοῦ σου καὶ Θεοῦ, καὶ στὸ μέλλον νὰ συμμετάσχω στὴ γλυκυτάτη οὐράνια τροφὴ τοῦ Παραδείσου, ὅπου βρίσκεται ὅλων τῶν εὐφραινομένων ἡ κατοικία. Αὐτῶν τῶν ἀγαθῶν ἐλπίζοντας νὰ τύχω κι ἐγὼ ὁ ἀνάξιος, δοξάζω στοὺς αἰῶνες τῶν αἰώνων τὸ πάντιμο καὶ μεγαλοπρεπὲς ὄνομα τοῦ Υἱοῦ καὶ Θεοῦ σου, ποὺ δέχεται ὅλους ὅσους μετανοοῦν εἰλικρινά, χάρις σὲ σένα ποὺ εἶσαι μεσίτρια καὶ ἐγγυήτρια ὅλων τῶν ἁμαρτωλῶν, γιατὶ χάρις σὲ σένα πανύμνητε καὶ ὑπεράγαθε Δέσποινα, σώζεται ὁλόκληρη ἡ ἀνθρωπίνη φύση, ποὺ αἰνεῖ καὶ εὐλογεῖ τὸν Πατέρα τὸν Υἱὸν καὶ τὸ Ἅγιον Πνεῦμα, τὴν Παναγία καὶ ὁμοούσια Τριάδα, τώρα καὶ πάντοτε στοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

 Ἅγιος Γρηγόριος ὁ Παλαμᾶς

Πηγή:  agiosartemios.gr



Σάββατο 13 Αυγούστου 2022

Εὐχή Εἰς τήν Ὑπεραγίαν Θεοτόκον - Ἁγίου Δημητρίου Ροστώφ

 

 

περαγία Θεοτόκε Παρθένε, σκέπε με, καί διαφύλαττε τὸν δοῦλόν σου ἀπὸ παντὸς κακοῦ ψυχῆς τε καὶ σώματος, καὶ ἀπὸ παντὸς ἐχθροῦ ὁρατοῦ καὶ ἀοράτου. 

Χαῖρε κεχαριτωμένη Μαρία, ὁ Κύριος μετὰ σοῦ. Εὐλογημένη σύ ἐν γυναιξὶ καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου, ὅτι Σωτῆρα ἔτεκες τῶν ψυχῶν ἡμῶν. 

Χαῖρε καὶ εὐφραίνου, Θεοτόκε Παρθένε, καὶ πρέσβευε ὑπὲρ τοῦ δούλου σου Κυρία καὶ Δέσποινα τῶν Ἀγγέλων καὶ Μήτηρ τῶν χριστιανῶν, βοήθησόν μοι τῷ δούλῳ σου. 

Ὦ Μαρία παναμώμητε, χαῖρε νύμφη ἀνύμφευτε· χαῖρε ἡ χαρὰ τῶν θλιβομένων καὶ ἡ παραμυθία τῶν λυπουμὲνων. 

Χαῖρε ἡ τροφὴ τῶν πεινώντων καὶ ὁ λιμὴν τῶν χειμαζομένων χαῖρε τῶν ἁγίων ἁγιωτέρα καὶ πάσης κτίσεως τιμιωτέρα· χαῖρε τοῦ Πατρὸς ἁγίασμα, τοῦ Υἱοῦ τὸ σκήνωμα, καὶ τοῦ ἁγίου Πνεύματος τὸ ἐπισκίασμα. 

Χαῖρε τοῦ πάντων Βασιλέως Χριστοῦ τοῦ Θεοῦ ἡμῶν τὸ τερπνὸν παλάτιον χαῖρε ἡ Μήτηρ τῶν ὀρφανῶν καί ἡ βακτηρία τῶν τυφλῶν χαῖρε τὸ καύχημα τῶν χριστιανῶν καὶ τῶν προσκαλουμένων σοι ὁ ἕτοιμος βοηθός. 

Παναγία Δέσποινά μου, φύλαξόν με ὑπὸ τὴν σκέπην σου· ὅτι εἰς τὰς παναχράντους χεῖρας σου παρατίθημι τὸ πνεῦμα μου. Γενοῦ βοηθὸς καὶ σκέπη τῆς ψυχῆς μου ἐν τῇ φοβερᾷ ἡμέρᾳ τῆς κρίσεως, καὶ πρέσβευε ὑπὲρ ἐμοῦ τοῦ ἀναξίου ἵνα εἰσέλθω καθαρὸς καὶ ἁγνὸς εἰς τὸν Παράδεισον. Μὴ ἀπορρίψης με, Κυρία μου, τὸν δοῦλον σου· ἀλλὰ βοήθησόν μοι, καὶ δὸς μοι τὸ συμφέρον τῆς αἰτήσεως. 

Λύτρωσαί με ἀπό παντὸς κινδύνου, ἐπιβουλῆς, ἀνάγκης καὶ ἀσθενείας, καὶ δώρησαί μοι πρὸ τοῦ τέλους μετάνοιαν ἵνα -σωζόμενος τῇ μεσιτείᾳ καὶ βοηθείᾳ σου, ἐν μὲν τῷ παρόντι βίῳ ἀπὸ παντὸς ἐχθροῦ ὁρατοῦ καὶ ἀοράτου, πορευόμενος θεαρέστως ἐν τοῖς θελήμασι τοῦ ἀγαπητοῦ σου Υἱοῦ καὶ Θεοῦ ἡμῶν, ἐν δὲ τῇ φοβερᾷ ἡμέρα τῆς κρίσεως ἀπό τῆς αἰωνίου καὶ φοβερᾶς κολάσεως- προσκυνῶ, εὐχαριστῶ καὶ δοξάζω τὸ πανάγιόν σου ὄνομα εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν. 

 Ἁγίου Δημητρίου Ροστώφ

 

Πηγή: imaik.gr

Δευτέρα 15 Νοεμβρίου 2021

Καλή καὶ Ἁγία Τεσσαρακοστή!

 

 

15 Νοεμβρίου ἀπὸ σήμερον ἄρχεται ἡ τεσσαρακονθήμερος νηστεία τῶν Χριστουγέννων...
Ἐπιτρέπεται ἐκτὸς Τετάρτης καὶ Παρασκευῆς, μέχρι 17ῆς Δεκεμβρίου, ἀπὸ 18-24 κατάλυσις οἶνου καὶ ἐλαίου (Ράλλη- Ποτλη, Σύνταγμα Ἱερῶν Κανόνων, Τόμος Δ' σελ.488, πρβλ. Πηδάλιον, Αθήναι 1841, ὑποσ, εἰς ἐρμηνεία τοῦ ΞΘ' κανόνος Ἁγ. Ἁποστόλων).

Στὶς 15 Νοεμβρίου ἀρχίζει ἡ νηστεία τῶν Χριστουγέννων. Πρόκειται γιὰ μιὰ περίοδο ἔντονης πνευματικῆς ἐργασίας καὶ ψυχοσωματικῆς προετοιμασίας γιὰ τὸν ἑορτασμό τῆς μεγάλης ἑορτῆς τῆς Γεννήσεως τοῦ Κυρίου.

Ἀπὸ τὶς 15 Νοεμβρίου ἕως τὶς 17 Δεκεμβρίου (κατ’ ἄλλη παράδοση ἕως τὶς 12 Δεκεμβρίου) νηστεύουμε τὸ κρέας, τὰ γαλακτομικά καὶ τὰ αὐγά καὶ τρῶμε ψάρι (ἐκτὸς βεβαίως Τετάρτης καὶ Παρασκευῆς, ποὺ νηστεύουμε αὐστηρά). Μετὰ τὶς 17 (ἢ 12) Δεκεμβρίου νηστεύουμε καὶ τὸ ψάρι.

Ἡ νηστεία ὅμως κατὰ τὴν ὑπόδειξη τοῦ Κυρίου μας ἔχει νόημα, ὅταν συνδυάζεται μὲ προσευχὴ καὶ ἐλεημοσύνη. Γιὰ τὸ λόγο αὐτό, ἡ Ἐκκλησία μὲ τὴν ἔναρξη τῆς νηστείας μᾶς προσκαλεῖ σὲ ἐντονότερη λειτουργικὴ ζωή καὶ ἀγαθοεργία.

Ἔτσι, ἡ ἐκκλησιαστικὴ παράδοση προβλέπει γιὰ τὴν περίοδο αὐτὴ τὴν καθημερινὴ -ἂν οἱ συνθῆκες τὸ ἐπιτρέπουν- τέλεση τῆς θείας λειτουργίας, τὴν τέλεση δηλαδὴ σαρανταλείτουργου.

Ἡ τέλεση τοῦ σαρανταλείτουργου ἀποτελεῖ πολὺ μεγάλη εὐλογία. Εἶναι μιὰ θαυμάσια εὐκαιρία γιὰ βίωση τὴς μυστηριακῆς καὶ λατρευτικῆς ζωῆς, γιὰ ἐπαφὴ μὲ τὸν πλοῦτο τῆς ὑμνολογίας καὶ τῆς ἀκροάσεως τῶν θείων Γραφῶν, γιὰ συχνότερη θεία κοινωνία, γιὰ συχνότερη συγκρότηση τῆς ἐκκλησιαστικῆς κοινότητας.

Ὁ ἅγιος Ἰγνάτιος ὁ Θεοφόρος μᾶς λέει: «Σπουδάζετε πυκνότερον συνέρχεσθαι εἰς εὐχαριστίαν θεοῦ καὶ εἰς δόξαν. Ὅταν γὰρ πυκνῶς ἐπὶ τὸ αὐτὸ γίνεσθε, καθαιροῦνται οἱ δυνάμεις τοῦ σατανᾶ καὶ λύεται ὁ ὄλεθρος αὐτοῦ», δηλαδὴ «Προσπαθεῖστε μὲ σπουδὴ νὰ ἔρχεσθε ὅλοι μαζί στὴ Σύναξη τῆς Θείας Εὐχαριστίας (Θεία Λειτουργία), γιὰ νὰ εὐχαριστεῖτε τὸν Θεὸ καὶ νὰ Τὸν δοξολογεῖτε. Διότι ὅταν συχνά ἔρχεσθε στὴ Σύναξη τῆς Θείας Εὐχαριστίας (Θεία Λειτουργία), συντρίβονται οι δυνάμεις του σατανᾶ καί λύεται κάθε ὀλέθρια ἐνέργεια του».

Ἡ δύναμη τῆς Θείας Λειτουργίας εἶναι ἡ δύναμη τῆς ἀγάπης καὶ τῆς ἑνότητας ἐν Χριστῷ. Ἡ Θεία Λειτουργία μᾶς μαθαίνει νὰ συγχωροῦμε, νὰ ἀγαποῦμε καὶ νὰ εἴμαστε ἑνωμένοι μὲ ὅλους τοὺς ἀνθρώπους.

Γι’ αὐτὸ ἄλλωστε προσφέρουμε τὰ Δῶρα μας στὸ Θεό, τὸν Ἄρτο καὶ τὸν Οἶνο, προσευχόμενοι γιὰ ζῶντες καὶ κεκοιμημένους ἀδελφούς μας. Ἡ μνημόνευση τῶν ὀνομάτων τῶν ζώντων καὶ κεκοιμημένων προσώπων (ἀνάγνωση τῶν «Διπτύχων») εἶναι ἔργο πολὺ σημαντικὸ καὶ ἱερό, ποὺ θεσμοθετήθηκε ἀπὸ τοὺς ἁγίους Ἀποστόλους καὶ ἐπιτελεῖται ἀδιάλειπτα μέσα στοὺς αἰῶνες.

Πηγή:  orthodoxfathers.com

Δευτέρα 4 Οκτωβρίου 2021

Καλημέρα σὲ 50 ξένες γλῶσσες!

 


 

Ἑλληνικὰ: Κ α λ η μ έ ρ α !!!

Ἀγγλικά:    Good morning!
 
Ἀλβανικά:  Mirëmëngjes!
 
Ἀραβικά:    Sabah-il-kheir!
 
Ἀρμενικά:   Bari luys!
 
Ἀφρικανικά: Goeie môre!
 
Βεγγαλικά: সুপ্রভাত   (Suprabhāta)
প্
Βιετναμέζικα:  Βuổi sáng tốt lành
 
Βουλγαρικά: Dobro utro!
 
Γαλλικά:     Bonjour!
 
Γερμανικά:  Guten morgen!
 
 Γεωργιανά: დილა მშვიდობისა (dila mshvidobisa) 
 
Δανέζικα:  God morgen
 
Ἑβραϊκά:     Boker tov!
 
Ἐσπεράντο: Bonan matenon!
 
Ζουλοῦ:       Sawubona!
 
Ἰαπωνικά:   おはよう (Ohayō)
 
Ἰνδικά:        Shubh prabhat!
 
 Ἰνδονησιακά:   Selamat pagi!
 
Ἰσλανδικά:  Gódan daginn!
 
Ἰσπανικά:    Buenos dias!
 
Ἰταλικά:      Buon giorno!
 
Καταλανικά: Bon dia!
 
Κινεζικά:    Zao shang hao! (ἡ μανδαρινική διάλεκτος) 
                   Zoy san! (ἡ καντονέζικη διάλεκτος)
 
Κορεατικά: 좋은 아침  (joh-eun achim) 
 
Κουρδικά:  Beyanî baş!
 
Λατινικά:  Βonum mane!
 
 Λιθουανικά:  Labas rytas!
 
Λευκορωσικά:   добрай раніцы  (dobraj ranicy)
 
Μογγολικά: Öglouny mend!
 
 Νορβηγικά:  God morgen!
 
Νεπάλι:       Subha prabhat! 
 
Ὁλλανδικά: Goedemorgen!
 
Οὐαλικά:  Βore da!
 
Οὐγγρικά:  Jó reggelt kívánok!
 
Οὐκρανικά:   доброго ранку   (dobroho ranku)
 
Περσικά:     Subbakhair!
 
Πολυνησιακά: Ia ora na!
 
Πορτογαλικά: Bom dia!
 
Ρουμανικά:     Buna dimineata!
 
Ρωσικά:          Dobraye ootra!
 
Σέρβικα:         Dobro jutro!
 
Σουαχίλι:  Habari za asubuhi!
 
Σουηδικά:       God morgon!
 
Ταϋλανδέζικα:  อรุณสวัสดิ์   (Xruṇ s̄wạs̄di̒)
 
Τσέχικα:  Dobré ráno!
 
Τουρκικά:       Günaydın!
 
 Φιλιππινέζικα: Μagandang umaga
 
Φινλανδικά:   Hyvää huomenta!
 
Χαβανέζικα :  Αloha kakahiaka!
 
 Χίντι  :  शुभ प्रभात (shubh prabhaat).
 
 
Πηγή: google μετάφραση

Παρασκευή 1 Οκτωβρίου 2021

Ὀκτώβριος! Καλό μήνα!

 

 

Εἶθε ἡ Παναγία ἡ Γοργοεπήκοος 

γοργὰ νὰ ἀκούσει τὶς δεήσεις μας καὶ 

γοργὰ νὰ ἐλευθερώσει τὴν πατρίδα μας 

ἀπὸ τὰ δεινά!

 

Πέμπτη 6 Μαΐου 2021

Ἡ Εὐλογία τῆς Κατάλυσης τοῦ Πάσχα


 

 

Τό στάδιο τῆς τῆς νηστείας τῶν πενήντα ἡμερῶν ἔχει πλέον ὁλοκληρωθεῖ. Ὁ χριστιανός πού εἶχε στήν ἀρχή τῆς Μεγάλης Τεσσαρακοστῆς ἀναλάβει τόν ἀγώνα κατά τῶν παθῶν, ἔχει ἤδη χρησιμοποιήσει, κατά δύναμιν, τό ὅπλο τῆς ἐγκρατείας, ὑπακούοντας στόν Ὑμνωδό πού τόν καλοῦσε λέγοντας:

«..μή ζηλώσωμεν τούς ἐχθρούς τοῦ Δεσποτικοῦ Σταυροῦ, θεοποιοῦντες τήν γαστέρα· ἀλλ’ ἀκολουθήσωμεν τῷ διά νηστείας ἡμῖν τήν κατά τοῦ διαβόλου νίκην ὑποδείξαντι, Σωτῆρι τῶν ψυχῶν ἡμῶν».

(Ἁπόστιχον Ἰδιόμελον Ἑσπερινοῦ Πέμπτης Α΄ Ἑβδομάδος τῶν Νηστειῶν).

 Τώρα νικητής κι αὐτός καί ἡνίοχος τῶν ὀρέξεων τῆς σαρκός προσκομίζει «τά τῆς ἐγκρατείας νηστεύματα» –ὅ,τι δηλαδή εἶχε μέχρι τότε νηστεύσει μέ πολύ ἀγώνα– ὡς δῶρα εὐχαριστίας στό Ναό καί, πρίν καταλύσει, ζητάει κατά κάποιο τρόπο, τήν ἄδεια καί τήν εὐλογία τοῦ Θεοῦ.

Καί Ἐκεῖνος, ὁ Μεγάλος Δωρητής, Ἔνδοξος, Νικητής καί Ἀναστημένος, θά τά χαρίσει πάλι χιλιοευλογημένα στά παιδιά Του, πού, λαμπροντυμένα καί λαμπροφοροῦντα, θά τά φέρουν, στό τέλος τῆς Θείας Λειτουργίας, μπροστά στήν Ὡραία Πύλη, γιά νά εὐλογηθοῦν. Τότε ὁ ἱερέας θά διαβάσει τήν Εὐχή πού λέει:

Untitled-2

                                                                                                               Εὐχὴ Ἱερέως

  Εἰς τὸ Εὐλογῆσαι Τυρὸν καὶ Ὠά.

         

“Δέσποτα Κύριε, ὁ Θεὸς ἡμῶν,

ὁ κτίστης καὶ δημιουργὸς τῶν ἁπάντων,

εὐλόγησον τὸ Γάλα τὸ πεπηγός,

σὺν αὐτῷ δὲ καὶ τὰ Ὠά.

Ἡμᾶς δὲ συντήρησον ἐν τῇ χρηστότητί σου,

ὅπως οἱ μεταλαμβάνοντες αὐτῶν,

τῶν σῶν ἀφθονοπαρόχων δωρεῶν,

ἐμπλησθῶμεν καὶ τῆς ἀνεκλαλήτου σου ἀγαθότητος. 

Ὅτι σὸν τὸ κράτος, καὶ σοῦ ἐστιν ἡ βασιλεία,

καὶ ἡ δύναμις, καὶ ἡ δόξα,

τοῦ Πατρός, καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος

νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.”

 

Πηγή: imaik.gr 

Τρίτη 1 Σεπτεμβρίου 2020

Καλὸ & Εὐλογημένο Ἐκκλησιαστικὸ Ἕτος!

 

 

Λευϊτικοῦ τὸ Ἀνάγνωσμα τῆς Ἰνδίκτου
(Κεφ. 26, 3-10 καὶ ἐκλογὴ)
 

3 ᾿Εὰν τοῖς προστάγμασί μου πορεύησθε καὶ τὰς ἐντολάς μου φυλάσσησθε καὶ ποιήσητε αὐτάς,

4 καὶ δώσω τὸν ὑετὸν ὑμῖν ἐν καιρῷ αὐτοῦ, καὶ ἡ γῆ δώσει τὰ γενήματα αὐτῆς καὶ τὰ ξύλα τῶν πεδίων ἀποδώσει τὸν καρπὸν αὐτῶν. 

5 καὶ καταλήψεται ὑμῖν ὁ ἁλοητὸς τὸν τρυγητόν, καὶ ὁ τρυγητὸς καταλήψεται τὸν σπόρον, καὶ φάγεσθε τὸν ἄρτον ὑμῶν εἰς πλησμονὴν καὶ κατοικήσετε μετὰ ἀσφαλείας ἐπὶ τῆς γῆς ὑμῶν, καὶ πόλεμος οὐ διελεύσεται διὰ τῆς γῆς ὑμῶν. 

6 καὶ δώσω εἰρήνην ἐν τῇ γῇ ὑμῶν, καὶ κοιμηθήσεσθε, καὶ οὐκ ἔσται ὑμᾶς ὁ ἐκφοβῶν, καὶ ἀπολῶ θηρία πονηρὰ ἐκ τῆς γῆς ὑμῶν. 

7 καὶ διώξεσθε τοὺς ἐχθροὺς ὑμῶν, καὶ πεσοῦνται ἐναντίον ὑμῶν φόνῳ· 

8 καὶ διώξονται ἐξ ὑμῶν πέντε ἑκατόν, καὶ ἑκατὸν ὑμῶν διώξονται μυριάδας. καὶ πεσοῦνται οἱ ἐχθροὶ ὑμῶν ἐναντίον ὑμῶν μαχαίρᾳ. 

9 καὶ ἐπιβλέψω ἐφ᾿ ὑμᾶς καὶ αὐξανῶ ὑμᾶς καὶ πληθυνῶ ὑμᾶς καὶ στήσω τὴν διαθήκην μου μεθ᾿ ὑμῶν. 

10 καὶ φάγεσθε παλαιὰ καὶ παλαιὰ παλαιῶν, καὶ παλαιὰ ἐκ προσώπου νέων ἐξοίσετε.

 

Πηγή: Παλαιά Διαθήκη & myriobiblos.gr 

Πέμπτη 9 Ιουλίου 2020

Ὁ ὡραῖος δρόμος τῆς ἀγάπης - Γ. Ἐφραὶμ Φιλοθεΐτης





Εὔχομαι εἰς τὸν Πανάγαθον Θεὸν νὰ καταπέμψῃ τὸ Πανάγιον Πνεῦμα, ὅπως εἰς τοὺς Θεοπέμπτους αὐτοῦ ἁγίους ἀποστόλους, διὰ νὰ φωτισθῆτε νὰ βαδίζητε τὸν πολύμοχθον δρόμον τῆς σωτηρίας.  «Ἰδοῦ δὴ τί καλὸν ἢ τί τερπνόν, ἀλλ᾿ ἢ τὸ κατοικεῖν ἀδελφοὺς (ἐν ἀγάπῃ)  ἐπὶ τὸ αὐτό» (Ψαλμ. 132,1). 

Δὲν ὑπάρχει ὡραιότερον πρᾶγμα ὅταν μία ἀδελφότης γέμῃ τῆς κατὰ Θεόν ἀγάπης. Τὰ πάντα γελοῦν, ὅλα εἶναι μεστὰ ὡραιότητος· ὁ δὲ Θεὸς ἄνωθεν εὐφραίνεται καὶ χαίρουν τὰ ἅγια πνεύματα τῶν ἀγγέλων, ὅπου ἡ ἀγάπη εἶναι ἄπειρη. 

«Ἀγαπᾶτε ἀλλήλους, καθώς κἀγὼ ἡγάπησα ὑμᾶς» «ἐν τούτῳ γνώσονται ὅτι ἐμοὶ μαθηταί ἐστε, ἐὰν ἀγάπην ἔχητε ἐν ἀλλήλοις» (Ἰωάν. 13,35).

Ὦ ἀγάπη, ὅποιος σὲ κατέχει, ὅντως μακαρία ἐστίν ἡ καρδία αὐτοῦ· διότι μέσα εἰς τὴν ἀγάπην τί θέλεις καὶ δὲν εὐρίσκεις! Ταπείνωσιν, χαράν, ὑπομονήν, ἀγαθότητα, συμπάθειαν, ἐπιείκειαν, φωτισμόν κ.λ.π.

Ἄκοπος ἐστιν ὁ ὡραῖος δρόμος τῆς ἀγάπης καὶ ἐν τῇ ἀγάπῃ οὐκ ἔστι μῶμος οὐδὲ κηλίδα, ἀλλὰ ἡ συνείδησις μαρτυρεῖ ὅτι ἡ ψυχὴ ἔχει παρρησίαν πρὸς τὸν Θεόν. 

 
Γέρων Ἐφραίμ ὁ Φιλοθεΐτης


Πηγή: Πατριακαὶ νουθεσίαι, Γέροντος Ἐφραίμ Φιλοθεΐτου, «Ἱερὰ Μονὴ Φιλοθέου, Ἅγιον Ὄρος», σελ. 303-304.


 

Κυριακή 12 Απριλίου 2020

Κυριακή τῶν Βαΐων





Κύριε, ὁ Θεὸς ἡμῶν, ὁ καθήμενος ἐπὶ τῶν Χερουβείμ, ὁ ἐξεγείρας τὴν δυναστείαν, καὶ ἀποστείλας τὸν μονογενῆ σου Υἱόν, τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν, ἵνα σώσῃ τὸν κόσμον διὰ τοῦ Σταυροῦ, τῆς Ταφῆς καὶ τῆς Ἀναστάσεως αὐτοῦ, οὗ παραγενομένου ἐν Ἱερουσαλὴμ ἐπὶ τὸ ἑκούσιον Πάθος, ὁ λαός, ὁ καθήμενος ἐν σκότει καὶ σκιᾷ θανάτου, λαβόντες τὰ τῆς νίκης σύμβολα, τοὺς κλάδους τῶν δένδρων, καὶ τὰ βαΐα τῶν φοινίκων, τὴν Ἀνάστασιν προεμήνυσαν. 

Αὐτός, Δέσποτα, καὶ ἡμᾶς, τοὺς κατὰ μίμησιν ἐκείνων, τῇ προεορτίῳ ταύτῃ ἡμέρᾳ Βαΐα καὶ κλάδους δένδρων ἐν χερσὶ φέροντας, διατήρησον, καὶ ὡς ἐκεῖνοι οἱ ὄχλοι καὶ οἱ Παῖδες, τὸ Ὡσαννά σοι προσφέροντας, διαφύλαξον, ὅπως ἐν ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς καταξιωθῶμεν τῆς ζωοποιοῦ καὶ τριημέρου Ἀναστάσεως, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, μεθ' οὗ εὐλογητὸς εἶ, σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.  


Πηγή: glt.goarch.org

Τετάρτη 18 Μαρτίου 2020

Εὐχὴ διὰ τὸν κορωνοῖόν - Μητρ. Ἐδέσσης Πέλλης καὶ Ἀλμωπίας Ἰωήλ





Ἐπίκαιρη εὐχὴ γιὰ τὴν πανδημία τοῦ κορωνοϊοῦ συνέταξε ὁ Σεβ. Μητροπολίτης Ἐδέσσης, Πέλλης καὶ Ἀλμωπίας κ. Ἰωήλ.

Δημοσιεύεται γιὰ πρώτη φορὰ στὶς ἰστοσελίδες τῆς Ἱερᾶς Μητροπόλεως Ἐδέσσης, Πέλλης καὶ Ἀλμωπίας προκειμένου νὰ χρησιμοποιηθεῖ ἐλεύθερα.
 



ΕΥΧΗ ΔΙΑ ΤΟΝ ΚΟΡΩΝΟΪΟΝ
Ποίημα Μητροπολίτου Ἐδέσσης ΙΩΗΛ

Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεὸς ἡμῶν, ὁ ἀρχίατρος τῶν ψυχῶν καὶ τῶν σωμάτων, ὁ δι᾽ ἡμᾶς ἐνανθρωπήσας, ἵνα ἰάσῃς τὸ μέγα τραῦμα τὸν ἄνθρωπον, ὁ μὴ καταφρονήσας τοὺς ἀνιάτως νοσήσαντας δέκα λεπρούς, ἀλλὰ τῇ σωστικῇ χάριτί σου καθαρίσας αὐτούς, ὁ διελθὼν ὡς Θεάνθρωπος τὰς ἡμέρας τῆς ἐπὶ γῆς παρουσίας σου εὐεργετῶν καὶ ἰώμενος πάντας τοὺς ἀρρωστοῦντας καὶ κακῶς ἔχοντας, ὁ εὐεργετήσας καὶ ἀποκαταστήσας ὑγιαίνοντας, παραλυτικούς, τυφλούς, βαρέως ἡμαρτηκότας, δαιμονιῶντας καὶ ἐμπαθεῖς κατ᾽ ἄμφω, ἤγουν ἐν τῇ σαρκὶ καὶ τῷ νοΐ, πρόσδεξαι εὐμενῶς τὴν δέησιν ἡμῶν καὶ φυγάδευσον τῇ δυνάμει σου, τὸν φονευτὴν ἰὸν τὸν σχῆμα κορώνας φέροντα, καὶ προκαλοῦντα φοβίας ἢ καὶ θάνατον εἰς ἀσθενεῖς καὶ ἀναξιοπαθοῦντας.

Καὶ εἰ μὲν διὰ τὰς πολλὰς ἁμαρτίας ἡμῶν, ἐπέτρεψας τὸν πειρασμὸν τοῦτον, ἱκετεύομέν σοι ὡς ἐλεῆμον, ἵνα ἄρῃς αὐτὸν ἀφ' ἡμῶν καὶ ἀπὸ πάσης τῆς οἰκουμένης.

Εἰ δὲ διὰ δοκιμασίαν τῆς πίστεως ᾠκονόμησας, τὴν ἐπικράτησιν αὐτοῦ, παῦσον τὸν τάραχον τῶν ἀσθενῶν ἀπὸ τῆς ἐπιδημίας αὐτοῦ.

Εἰ δὲ ὑπὸ τῆς κακουργίας τοῦ ἀντικειμένου ἢ καὶ ἀμελείας τῶν ἐπιπολαίων ἀνθρώπων οὗτος διεδόθη, θραῦσον τὴν ἰσχὺν αὐτοῦ ὡς Θεὸς παντοδύναμος.
Φύλαξον τὴν νεότητα, καὶ περιφρούρησον τοὺς ἀσθενήσαντας, καὶ τοὺς ἐν γήρατι ὄντας ἐκ τοῦ ἐπαράτου ἰοῦ θεράπευσον, καὶ πάντας ἀπάλλαξον ἐκ τῆς συνοχῆς τῆς καρδίας, καὶ ἀντὶ ταύτης δώρησαι ἡμῖν, ὑγιείαν ἄνεσιν καὶ πλατισμόν, πρεσβείαις τῆς Κυρίας Θεοτόκου καὶ πάντων σου τῶν ἁγίων. Ἀμήν.

 
Πηγή: imepa.gr & istographos.blogspot.com


https://www.youtube.com/watch?v=1d_lcK9iecI

Τετάρτη 1 Ιανουαρίου 2020

Καλὴ Χρονιά!



Καλή χρονιά κι εὐλογημένη

μὲ τὴ χάρη τοῦ Παντοδύναμου Θεοῦ 

εὐχομαστε πνευματικά 20άρια 

γιὰ νὰ ἀνοίξουν οἱ πύλες τ᾿ Οὐρανοῦ!




Χρόνια Πολλά!




 

Τετάρτη 25 Δεκεμβρίου 2019

Καλά Χριστούγεννα...



. . . στὴν καρδιά μας!!!




Χρόνια σας Πολλά κι εὐλογημένα 

μὲ τὴν Χάρη τοῦ Θεοῦ 

καὶ τὴν προστασία 

τοῦ Καλοῦ Ποιμένα!




Κυριακή 8 Δεκεμβρίου 2019

Καλόν Παράδεισον!



Καλόν Παράδεισον Ἅγιε μας Γέροντα Ἐφραίμ Φιλοθεΐτη! 

Τό τόσο μεγάλο καὶ σημαντικό ἱεραποστολικὸ ἔργο σας γιὰ τὴν δόξα τοῦ Θεοῦ καὶ τὴ σωτηρία τοῦ πλησίον εἶναι σπάνιο, ἀξιοθαύμαστο καὶ πολύ συγκινητικό! 

21 μοναστήρια σέ Ἀμερική καὶ Καναδᾶ...  Ἀμέτρητοι ἄνθρωποι κατηχήθηκαν, φωτίστηκαν καὶ βαπτίστηκαν Ὀρθόδοξοι Χριστιανοί καὶ πολλοί ἔγιναν μοναχοὶ καὶ μοναχὲς βλέποντας ἐσᾶς ὡς μέγα παράδειγμα...

Τὴν εὐχή σας νὰ ἔχουμε καὶ τὶς πρεσβείες σας! 





Σάββατο 13 Απριλίου 2019

Εὐχή πρὸς τὴν Θεοτόκον - Ἅγιος Γρηγόριος ὁ Παλαμᾶς




Παρθένε Δέσποινα Θεοτόκε ἡ κατά σάρκα γεννήσασα τόν Θεόν Λόγον, γνωρίζω ὅτι δέν εἶναι εὐπρεπές, οὐδέ ἄξιον εἰς ἐμέ τόν πανάσωτον, τόν ἔχοντα μεμολυσμένους τούς ὀφθαλμούς καί τά χείλη ἀκάθαρτα, νά ἴδω τήν εἰκόνα Σου τῆς Ἁγνῆς, τῆς Ἀειπαρθένου, τῆς ἐχούσης τό σῶμα καί τήν ψυχήν καθαρά καί ἀμόλυντα, ἀλλ᾽ ἀπεναντίας πρέπει νά μισηθῶ ὁ ἄσωτος καί νά ἐπιτιμηθῶ ὑπό τῆς ὑμετέρας καθαρότητος. Πλήν ἐπειδή ὁ Θεός τόν Ὁποῖον ἐγέννησες, ἔγινεν ἄνθρωπος ὅπως καλέσῃ τούς ἁμαρτωλούς εἰς μετάνοιαν, λαμβάνω καί ἐγώ τό θάρρος καί προσέρχομαι πρός Σέ, παρακαλῶν μετά δακρύων.

Πρόσδεξε τήν παράκλησίν μου διά τῆς ἀπαλλαγῆς τῶν πολλῶν καί χαλεπῶν πταισμάτων μου καί παρακάλεσον τόν Μονογενῆ Σου Υἱόν καί Θεόν ὅπως ἐλεήσῃ τήν ἀθλίαν καί ταλαίπωρον ψυχήν μου. Διότι διά τό πλῆθος τῶν ἀνομιῶν μου ἐμποδίζομαι νά στρέψω τό βλέμμα μου πρός Αὐτόν καί νά ζητήσω συγχώρησιν καί διά αὐτό σέ προβάλλω μεσίτριαν.

Ἀπολαύσας πολλῶν καί μεγάλων δωρεῶν παρά τοῦ δημιουργήσαντός με Θεοῦ, ἐφάνην ἄθλιος καί ἀχάριστος ὁμοιωθείς μέ τά ἀνόητα κτήνη· πτωχεύσας εἰς τάς ἀρετάς, πλουτήσας εἰς τά πάθη, βεβαρυμένος μέ ἐντροπήν, ἐστερημένος θείας παρρησίας, κατακεκριμένος ὑπό τοῦ Θεοῦ, θρηνούμενος ὑπό τῶν ἀγγέλων, χλευαζόμενος ὑπό τοῦ δαίμονος καί μισούμενος ὑπό τῶν ἀνθρώπων· ἐλεγχόμενος ὑπό τῆς συνειδήσεως, ἐντρεπόμενος διά τά πονηρά μου ἔργα, νεκρός ὑπάρχων πρό τοῦ θανάτου καί πρό τῆς κρίσεως αὐτοκατάκριτος καί πρό τῆς ἀτελευτήτου κολάσεως τυγχάνων αὐτοτιμώρητος ὑπό τῆς ἀπογνώσεως. Διά τοῦτο καταφεύγω εἰς τήν ἰδικήν Σου καί μόνην βοήθειαν, Δέσποινα Θεοτόκε, ὁ μυρίων ταλάντων ὀφειλέτης, ὁ ἀσώτως τήν πατρικήν οὐσίαν δαπανήσας, ὁ παρανομήσας ὑπέρ τόν Μανασσῆν, ὁ γενόμενος ἄσπλαχνος ὑπέρ τόν πλούσιον, ὁ λαίμαργος δοῦλος, τό δοχεῖον τῶν πονηρῶν λογισμῶν, ὁ θησαυροφύλαξ τῶν αἰσχρῶν καί ρυπαρῶν λόγων καί ὁ ξένος πάσης ἀγαθῆς ἐργασίας.

Ἐλεήσόν μου τήν ταπείνωσιν καί συμπάθησόν μου τήν ἀσθένειαν. Μεγάλην ἔχεις τήν παρρησίαν πρός τόν ἐκ Σοῦ τεχθέντα καί οὐδείς δύναται ὡς Σύ, Μῆτερ τοῦ Θεοῦ. Δι᾽ ὅλα ἔχεις τήν ἰσχύν ὡς ὑπερέχουσα πάντων τῶν κτισμάτων καί δέν εἶναι ἀδύνατον εἰς Σέ οὐδέν, ἐάν θελήσῃς. Μή λοιπόν παραβλέψῃς τά δάκρυά μου, μή ἀηδιάσῃς τόν στεναγμόν μου, μή ἀποστραφῇς τόν πόνον τῆς καρδίας μου, μή ἐντροπιάσῃς τήν πρός Σέ προσδοκίαν μου, ἀλλά διά τῶν μητρικῶν Σου δεήσεων βίασον τήν εὐσπλαχνίαν τοῦ ἀγαθοῦ Υἱοῦ Σου καί Θεοῦ καί ἀξίωσόν με τόν ταλαίπωρον καί ἀνάξιον δοῦλόν Σου ν᾽ ἀπολαύσω τό πρῶτον καί ἀρχαῖον κάλλος καί τήν ἀπομάκρυνσιν τῶν παθῶν, διά νά ἐλευθερωθῶ ἀπό τάς ἁμαρτίας καί νά γίνω ὑπηρέτης τῆς δικαιοσύνης, νά ἐκδυθῶ τόν μιασμόν τῆς σαρκικῆς ἡδονῆς καί νά ἐνδυθῶ τόν ἁγιασμόν τῆς ψυχικῆς καθαρότητος, νά νεκρωθῶ διά τόν κόσμον καί νά ζήσω ἐν τῇ ἀρετῇ.

Ὁδοιποροῦντά με συνόδευσον, πλέοντα ἐν θαλάσσῃ σύμπλευσον, ἀγρυπνοῦντα με ἐνίσχυσον, θλιβόμενον παρηγόρησον, ὁλιγοψυχοῦντα παρακάλεσον, ἀσθενοῦντα δώρησόν μου τήν ἴασιν, ἀδικούμενον ρῦσαί με, συκοφαντούμενον ἀθώωσον, εἰς θάνατον κινδυνεύοντα προφθάσασα λύτρωσόν με, εἰς τούς ἀοράτους ἐχθρούς δεῖξον με καθ᾽ ἑκάστην φοβερόν.

Ναί ὑπεράγαθε Δέσποινα Θεοτόκε, ἡ μετά Θεόν ἐλπίς πάντων τῶν περάτων τῆς γῆς, ἐπάκουσον τῶν οἰκτρῶν δεήσεων καί μή μέ ἐντροπιάσῃς ἀπό τῆς προσδοκίας μου. Τόν βρασμόν τῆς σαρκός κατάπαυσον, τήν ἐν τῇ ψυχῇ μου ἀγριωτάτην ταραχήν κατεύνασον, τόν πικρόν θυμόν καταπράϋνον, τόν τύφον καί τήν ἀλαζονίαν τῆς ματαίας οἰήσεως ἐκ τοῦ νοός μου ἀφάνισον, τάς νυκτερινάς φαντασίας τῶν πονηρῶν πνευμάτων καί τάς καθημερινάς ἀκαθάρτους προσβολάς ἀπομάκρυνον τῆς καρδίας μου. Παίδευσόν μου τήν γλῶσσαν ἵνα ὁμιλῇ τά συμφέροντα, δίδαξον τούς ὀφθαλμούς μου νά βλέπουν ὀρθῶς τήν ὁδόν τῆς ἀρετῆς, ἐνίσχυσον τούς πόδας μου ἵνα βαδίζουν τήν μακαρίαν ὁδόν τῶν ἐντολῶν τοῦ Θεοῦ, τάς χεῖράς μου ἁγίασον ἵνα ἀξίως αἴρω αὐτάς πρός τόν Ὕψιστον. Καθάρισόν μου τό στόμα ἵνα μετά παρρησίας ἐπικαλεῖται τόν Πανάγιον Πατέρα καί Θεόν. Ἄνοιξόν μου τά ὦτα, ἵνα ἀκούω αἰσθητῶς καί νοητῶς τά ὑπέρ μέλι καί κηρίον γλυκύτερα λόγια τῶν Ἁγίων Γραφῶν καί βιῶ ταῦτα ἐνισχυόμενος ὑπό Σοῦ.

Δός μοι καιρόν μετανοίας, λογισμοῦ ἐπιστροφήν, ἐλευθέρωσόν με ἐξ αἰφνιδίου θανάτου καί ἀπάλλαξόν με κατακεκριμένον ὑπό τῆς συνειδήσεως. Καί τελευταῖον ἐλθέ κοντά μου κατά τόν χωρισμόν τῆς ψυχῆς μου ἀπό τοῦ ἀθλίου μου σώματος, ἵνα ἐλαφρύνης τήν ἀφόρητον αὐτήν βίαν, ἀνακουφίσῃς τόν ἀνέκφραστον πόνον, παρηγορήσῃς τήν ἀπαραμύθητον στενοχωρίαν. Ἵνα τῆς σκοτεινῆς μορφῆς τῶν δαιμόνων λυτρώσῃς, παραμερίζουσα τόν ἄρχοντα τοῦ σκότους καί σχίζουσα τά χειρόγραφα τῶν πολλῶν μου ἁμαρτιῶν. Καί ἵνα μέ οἰκειώσῃς μέ τόν Θεόν καί μέ καταξιώσῃς τῆς ἐκ δεξιῶν αὐτοῦ παραστάσεως ἐν τῷ φοβερῷ Κριτηρίῳ καί νά μέ κάμῃς κληρονόμον τῶν αἰωνίων καί ἀδιαφθόρων ἀγαθῶν.

Ταύτην τήν ἐξομολόγησιν Σοῦ κάμνω Δεσποινά μου Θεοτόκε, τό φῶς τῶν ἐσκοτισμένων μου ὀφθαλμῶν καί παραμυθία τῆς ζωῆς μου, ἡ μετά Θεόν ἐλπίς καί προστασία μου, τήν ὁποίαν δέξου εὐμενῶς καί καθάρισόν με ἀπό παντός μολυσμοῦ σαρκός καί πνεύματος καί ἀξίωσόν με εἰς τήν παροῦσαν ζωήν ἀκατακρίτως νά μετέχω τοῦ Παναγίου καί ἀχράντου Σώματος καί Αἵματος τοῦ Υἱοῦ Σου καί Θεοῦ. Εἰς δέ τήν μέλλουσαν, τῆς γλυκυτάτης οὐράνιας τροφῆς τοῦ Παραδείσου, ἔνθα εἶναι ἡ κατοικία πάντων τῶν εὐφραινομένων. Τούτων δέ τῶν ἀγαθῶν τυχών ὁ ἄθλιος, δοξάζω εἰς τούς αἰῶνας τῶν αἰώνων τό πάντιμον καί μεγαλοπρεπές ὄνομα τοῦ Υἱοῦ Σου καί Θεοῦ τοῦ δεχομένου πάντας τούς μετανοοῦντας ἐξ ὅλης ψυχῆς διά Σέ τήν γενομένην μεσίτριαν καί ἐγγυήτριαν πάντων τῶν ἁμαρτωλῶν, διότι διά Σοῦ Πανύμνητε καί Ὑπεράγαθε Δέσποινα περισώζεται ὁλόκληρος ἡ ἀνθρωπίνη φύσις αἰνοῦσα καί εὐλογοῦσα Πατέρα καί Υἱόν καί Ἅγιον Πνεῦμα, τήν Παναγίαν Τριάδα.

Ἅγιος Γρηγόριος ὁ Παλαμᾶς

Πηγή: imaik.gr 

Δευτέρα 25 Μαρτίου 2019

Δοξολογία ἐπὶ τῇ Ἐθνικὴ ἑορτή

  


ΔΟΞΟΛΟΓΙΑ ΕΠΙ Τῌ ΕΘΝΙΚῌ ΕΟΡΤῌ
Ἱερεύς: Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ἀπολυτίκιον Ἦχος δ'
Σήμερον τῆς σωτηρίας ἡμῶν τὸ Κεφάλαιον, καὶ τοῦ ἀπ' αἰῶνος Μυστηρίου ἡ φανέρωσις, ὁ Υἱὸς τοῦ Θεοῦ, Υἱὸς τῆς Παρθένου γίνεται, καὶ Γαβριὴλ τὴν χάριν εὐαγγελίζεται. Διὸ (καὶ ἡμεῖς) σὺν αὐτῷ τῇ Θεοτόκῳ βοήσωμεν· Χαῖρε Κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ.

Κοντάκιον Ἦχος πλ. δ' ΤΟ ΑΚΟΥΤΕ
Τῇ ὑπερμάχῳ στρατηγῷ τὰ νικητήρια, ὡς λυτρωθεῖσα τῶν δεινῶν εὐχαριστήρια, ἀναγράφω σοι ἡ Πόλις σου Θεοτόκε. Ἀλλ' ὡς ἔχουσα τὸ κράτος ἀπροσμάχητον, ἐκ παντοίων με κινδύνων ἐλευθέρωσον· ἵνα κράζω σοι· Χαῖρε νύμφη ἀνύμφευτε. 


καὶ Δοξολογία
Δόξα σοι τῷ δείξαντι τὸ Φῶς...
Ἐλέησον ἡμᾶς, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, δεόμεθά σου, ἐπάκουσον καὶ ἐλέησον.
Ἔτι δεόμεθα ὑπὲρ τῶν εὐσεβῶν καὶ Ὀρθοδόξων Χριστιανῶν.
Ἔτι δεόμεθα ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν , καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.
Ἔτι δεόμεθα ὑπὲρ τοῦ εὐσεβοῦς ἡμῶν Ἔθνους καὶ πάσης Ἀρχῆς καὶ ἐξουσίας ἐν αὐτῷ, τοῦ κατὰ ξηράν, θάλασσαν καὶ ἀέρα φιλοχρίστου ἡμῶν Στρατοῦ, καὶ ὑπέρ τοῦ Κύριον τὸν Θεὸν ἡμῶν ἐπὶ πλέον συνεργῆσαι καὶ κατευοδῶσαι αὐτοὺς ἐν πᾶσιν.
Ἔτι δεόμεθα ὑπὲρ μακαρίας μνήμης καὶ αἰωνίου ἀναπαύσεως πάντων τῶν ἐν τοῖς ἱεροῖς ἡμῶν ἀγῶσιν ὑπὲρ πίστεως καὶ πατρίδος ἀγωνισαμένων καὶ πεσόντων καὶ ὑπέρ τοῦ συγχωρηθῆναι αὐτοῖς πᾶν πλημμέλημα ἑκούσιόν τε καὶ ἀκούσιον.
Ἔτι δεόμεθα ὑπὲρ τοῦ διαφυλαχθῆναι τὴν ἁγίαν Ἐκκλησίαν καὶ τὴν πόλιν ταύτην, καὶ πᾶσαν πόλιν καὶ χώραν ἀπὸ ὀργῆς, λοιμοῦ, λιμοῦ, σεισμοῦ, καταποντισμοῦ, πυρός, μαχαίρας, ἐπιδρομῆς ἀλλοφύλων, ἐμφυλίου πολέμου, καὶ αἰφνιδίου θανάτου, ὑπὲρ τὸν ἵλεων, εὐμενῆ καὶ εὐδιάλακτον, γενέσθαι τὸν ἀγαθὸν καὶ φιλάνθρωπον Θεὸν ἡμῶν, τοῦ ἀποστρέψαι καί, διασκεδάσαι πᾶσαν ὀργὴν καὶ νόσον, τὴν καθ' ἡμῶν κινουμένην, καὶ ῥύσασθαι ἡμᾶς ἐκ τῆς ἐπικειμένης δικαίας αὐτοῦ ἀπειλῆς, καὶ ἐλεῆσαι ἡμᾶς.
Ἔτι δεόμεθα καὶ ὑπὲρ τοῦ εἰσακοῦσαι Κύριον τὸν Θεὸν φωνῆς τῆς δεήσεως ἡμῶν τῶν ἁμαρτωλῶν, καὶ ἐλεῆσαι ἡμᾶς.
Ἐπάκουσον ἡμῶν, ὁ Θεός, ὁ Σωτὴρ ἡμῶν, ἡ ἐλπὶς πάντων τῶν περάτων τῆς γῆς καὶ τῶν ἐν θαλάσσῃ μακράν, καὶ ἵλεως, ἵλεως γενοῦ ἡμῖν, Δέσποτα ἐπὶ ταῖς ἁμαρτίαις ἡμῶν, καὶ ἐλέησον ἡμᾶς.
Τοῦ Κυρίου δεηθῶμεν.
Κύριε ὁ Θεὸς ἡμῶν, ὁ τὰ σύμπαντα τῷ σῷ κράτει συνέχων τῇ θείᾳ σου καὶ πανσθενεῖ βουλῇ κυβερνῶν, ὁ ἑκάστω ἔθνει τὰς ἰδίας ὁροθεσίας θέμενος, τὸ δὲ εὐσεβές ἡμῶν Ἔθνος ἐξαιρέτως εὐεργετήσας, τὴν ἐπίγνωσιν τῆς σῆς ἀληθείας αὐτῷ χαρισάμενος, καὶ πρὸς τὸ φῶς τῆς ἀληθοῦς ἡμῶν θρησκείας καθοδηγήσας, ἐξ αὐτοῦ δὲ μεγάλους τῆς Ἐκκλησίας πατέρας καὶ διδασκάλους ἀναδείξας, καὶ ἐλεύθερον μὲν αὐτὸ ἐπὶ αἰῶνας διατηρήσας τῇ θείᾳ σου χάριτι, δουλωθὲν δὲ στηρίξας καὶ διασώσας καὶ εἰς ἐλεύθερον αὖθις βίον αὐτὸ ἐξαναστήσας, Αὐτός, πανάγιε Δέσποτα, πρόσδεξαι τὰς εὐχαριστηρίους ἡμῶν δεήσεις ἐπὶ τῇ ἀπελευθερώσει καὶ τῇ παλιγγενεσίᾳ αὐτοῦ. Καὶ τὰς μὲν ψυχὰς τῶν ὑπὲρ Πίστεως καὶ Πατρίδος ἡρωϊκῶς ἀγωνισαμένων καὶ ἐνδόξως ἐν τοῖς ἱεροῖς ἡμῶν ἀγῶσι πεσόντων ἢ ὑπὸ τῶν πολεμίων ἀναιρεθέντων πατέρων καὶ ἀδελφῶν ἡμῶν μετὰ τῶν ἀπ' αἰῶνός σοι εὐαρεστησάντων ἀνάπαυσον. Ἡμᾶς δὲ πάντας ἀξίους τῆς ἐλευθερίας ἀνάδειξον, ἐν εἰρήνῃ καὶ ὁμονοίᾳ διατήρησον καὶ εἰς πᾶν ἔργον ἀγαθὸν καὶ σοὶ εὐάρεστον καθοδήγησον, τοὺς πιστοὺς ἄρχοντας ἡμῶν ἐν εἰρήνῃ καὶ ὁμονοίᾳ διατήρησον καὶ λάλησον ἀγαθὰ ἐν ταῖς καρδίαις αὐτῶν ὑπὲρ τῆς Ἐκκλησίας σου καὶ παντὸς τοῦ λαοῦ σου. Σὺ γὰρ εἶ ὁ Βασιλεὺς τῆς εἰρήνης καὶ Σωτὴρ τῶν ψυχῶν ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων, Ἀμήν.
Ἀπόλυσις
Στιχηρὸν Ἰδιόμελον, ψαλλόμενον ὅταν Τυπικὴ διάταξις ἀπαιτήσῃ αυτό. 
Ἦχος πλ. δ'  -  Ἰωάννου Μοναχοῦ

Εὐφραινέσθωσαν οἱ οὐρανοί, καὶ ἀγαλλιάσθω ἡ γῆ· 
ὁ γὰρ τοῦ Πατρὸς συναΐδιος καὶ συνάναρχος καὶ σύνθρονος Υἱός,
 οἶκτον λαβὼν καὶ φιλάνθρωπον ἔλεον, 
ἑαυτόν καθῆκεν εἰς κένωσιν κατ' εὐδοκίαν καὶ βούλησιν Πατρικήν,
 καὶ μήτραν ᾤκησε Παρθενικήν, προαγνισθεῖσαν τῷ Πνεύματι. 
Ὢ τοῦ θαύματος! ὁ Θεὸς ἐν ἀνθρώποις, ὁ ἀχώρητος ἐν μήτρᾳ, 
ὁ ἄχρονος ἐν χρόνῳ, καὶ τὸ παράδοξον, 
ὅτι καὶ ἡ σύλληψις ἄσπορος, καὶ ἡ κένωσις ἄφραστος, 
καὶ τὸ μυστήριον ὅσον! 
Ὁ Θεὸς γὰρ κενοῦται, καὶ σαρκοῦται καὶ πλάττεται,
 Ἀγγέλου πρὸς τὴν Ἁγνήν, τὴν σύλληψιν λέξαντος· 
Χαῖρε Κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ, ὁ ἔχων τὸ μέγα ἔλεος.

Πηγή: ἐδῶ 


Σάββατο 2 Φεβρουαρίου 2019

Ὑπαπαντή τοῦ Χριστοῦ: Ἡ Ὀρθόδοξη Ὲορτή τῆς Μητέρας







Ἡ γιορτή τῆς μητέρας ἑορτάζεται ἀπό τό 1929 στὴν Ἑλλάδα, τήν ἡμέρα τῆς Ὺπαπαντῆς τοῦ Κυρίου μας. Σαράντισε ἡ Μητέρα Παναγία μας καὶ τὸ θεῖο βρέφος καὶ ἔγινε ἡ Ὑπαπαντή τοῦ Χριστοῦ, ἡ ὑποδοχή Tου ἀπό τόν Ἅγιο Συμεῶν, στὸν Ἱερό Ναό.

Ἔτσι ὅταν σαραντίζουν οἱ μητέρες πηγαίνουν μὲ τὰ βρέφη τους στὸν Ἱερό Ναό γιὰ νὰ ἔχουν τὴν εὐλογία τοῦ Θεοῦ, μὲ τὴν εὐχή τοῦ Ἱερέως,  γιὰ τὴ νέα ζωή τους.

Χρόνια Πολλά σέ ὅλες τὶς Ὀρθόδοξες Μανοῦλες τοῦ κόσμου!