«Ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε· ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον». Ἰησοῦς Χριστός (Ἰωάν. ιστ΄33).

Εμφάνιση αναρτήσεων με ετικέτα Ὕμνοι. Εμφάνιση όλων των αναρτήσεων
Εμφάνιση αναρτήσεων με ετικέτα Ὕμνοι. Εμφάνιση όλων των αναρτήσεων

Κυριακή 8 Ιανουαρίου 2023

Τοῦ Ὁσίου Γεωργίου τοῦ Χοζεβίτη

 

 

 

 


 

 

Ἀπολυτίκιον. Ἦχος πλ. α’. Τὸν συνάναρχον Λόγον.
Γεωργήσας τὸν λόγον Πάτερ τῆς χάριτος, 

δικαιοσύνης ἐδρέψω καρποφορίαν λαμπράν, 

ὡς τὴν ἔνθεον ζωὴν αἱρετισάμενος·

 ὅθεν τῆς δόξης κοινωνός, ἀνεδείχθης τοῦ Χριστοῦ, 

Γεώργιε θεοφόρε· 

ᾧ καὶ πρεσβεύεις ἀπαύστως, 

ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.



Κοντάκιον. Ἦχος πλ. δ’. Τῇ ὑπερμάχῳ.

Ὡς γεωργὸν τῶν νοητῶν φυτῶν πανάριστον

Καὶ τῶν Ἀγγέλων μιμητὴν καὶ ἰσοστάσιον

Ἀνυμνοῦμέν σε οἱ παῖδές σου θεοφόρε.

Ἀλλ’ ὡς ἔχων παρρησίαν πρὸς τὸν Κύριον,

Ἀπὸ πάσης ἀπολύτρωσαι κακώσεως
Τοὺς βοῶντάς σοι, χαίροις Πάτερ Γεώργιε.



Μεγαλυνάριον.
Τὸν Σταυρὸν ὡς ἄροτρον ἐσχηκώς, 

σεαυτὸν ὁσίως, ἐγεώργησας τῷ Θεῷ· 

ὅθεν τὴν ψυχήν μου, Γεώργιε παμμάκαρ, 

ἠθῶν τῇ γεωργίᾳ, ἤδη νεούργησον.

 

 

Πηγή: synaxarion.gr 

Σάββατο 7 Ιανουαρίου 2023

ᾨδὴ θ', Κανών τῆς Ἐορτῆς

  


 

ᾨδὴ θ', Κανών τῆς Ἐορτῆς
Ἦχος β'
Ἡ Τιμιωτέρα: Οὐ στιχολογεῖται, ἀντ’ αὐτῆς ἡ θ΄ ᾨδή ἀμφοτέρων τῶν Κανόνων τῆς Ἑορτῆς, ὡς ἑξῆς:
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ

Μεγάλυνον, ψυχή μου, τήν τιμιωτέραν τῶν ἄνω στρατευμάτων.
«Ἀπορεῖ πᾶσα γλῶσσα, εὐφημεῖν πρὸς ἀξίαν,

 ἰλιγγιᾷ δὲ νοῦς καὶ ὑπερκόσμιος, ὑμνεῖν σε Θεοτόκε•

 ὅμως ἀγαθὴ ὑπάρχουσα, τὴν πίστιν δέχου• 

καὶ γὰρ τὸν πόθον οἶδας, τὸν ἔνθεον ἡμῶν• 

σὺ γὰρ Χριστιανῶν εἶ προστάτις, σὲ μεγαλύνομεν.»


Μεγάλυνον, ψυχή μου, τόν ἐν Ἰορδάνῃ ἐλθόντα βαπτισθῆναι.
Δαυῒδ πάρεσο, Πνεύματι τοῖς φωτιζομένοις• 

Νῦν προσέλθετε, ᾆδε πρὸς Θεόν, ἐν πίστει λέγων φωτίσθητε• 

οὗτος ὁ πτωχὸς ἐκέκραξεν Ἀδὰμ ἐν πτώσει• 

καὶ γὰρ αὐτοῦ εἱσήκουσε Κύριος ἐλθών, 

ῥείθροις τοῦ Ἰορδάνου, φθαρέντα δὲ ἀνεκαίνισεν.


Μεγάλυνον, ψυχή μου, τόν ὑπό Προδρόμου τό βάπτισμα λαβόντα.
Ὁ Ἡσαΐας λούσασθε, καὶ καθάρθητε φάσκει• 

τάς πονηρίας ἔναντι, ἀφέλεσθε Κυρίου• 

οἱ διψῶντες, ὕδωρ ἐπὶ ζῶν πορεύεσθε• 

ῥανεῖ γὰρ ὕδωρ καινοποιὸν Χριστός,

 τοῖς προστρέχουσιν αὐτῷ ἐν πίστει, 

καὶ πρὸς ζωὴν τὴν ἀγήρω, 

βαπτίζει Πνεύματι.


Μεγάλυνον, ψυχή μου, τόν ἐκ τῆς πατρῴας φωνῆς μαρτυρηθέντα.
Συντηρώμεθα χάριτι, πιστοὶ καὶ σφραγῖδι•

 ὡς γὰρ ὄλεθρον ἔφυγον, φλιᾶς Ἑβραῖοι πάλαι αἱμαχθείσης· 

οὕτω καὶ ἡμῖν, ἐξόδιον τὸ θεῖον τοῦτο, 

τῆς παλιγγενεσίας λουτήριον ἔσται• 

ἔνθεν καὶ τῆς Τριάδος, 

ὀψόμεθα φῶς τὸ ἄδυτον.


Ἰαμβικὸς Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Σήμερον ὁ Δεσπότης, κλίνει τόν αὐχένα χειρί τῇ τοῦ Προδρόμου.
«Ὢ τῶν ὑπὲρ νοῦν, τοῦ τόκου σου θαυμάτων!
Νύμφη πάναγνε, Μῆτερ εὐλογημένη•
Δι᾽ ἧς τυχόντες παντελοῦς σωτηρίας,
Ἐπάξιον κροτοῦμεν ὡς εὐεργέτῃ,
Δῶρον φέροντες ὕμνον εὐχαριστίας.»


Σήμερον Ἰωάννης, βαπτίζει τόν Δεσπότην ἐν ῥείθροις Ἰορδάνου.
«Ὢ τῶν ὑπὲρ νοῦν, τοῦ τόκου σου θαυμάτων!
Νύμφη πάναγνε, Μῆτερ εὐλογημένη•
Δι᾽ ἧς τυχόντες παντελοῦς σωτηρίας,
Ἐπάξιον κροτοῦμεν ὡς εὐεργέτῃ,
Δῶρον φέροντες ὕμνον εὐχαριστίας.»


Δόξα...
Μεγάλυνον, ψυχή μου, τῆς τρισυποστάτου καί ἀδιαιρέτου Θεότητος τό κράτος.

Ἴδμεν τὰ Μωσεῖ τῇ βάτῳ δεδειγμένα,
Δεῦρο ξένοις, θεσμοῖσιν ἐξειργασμένα.
Ὡς γὰρ σέσωσται, πυρφοροῦσα Παρθένος,
Σελασφόρον τεκοῦσα τὸν εὐεργέτην,
Ἰορδάνου τε, ῥεῖθρα προσδεδεγμένα.


Καί νῦν...
Μεγάλυνον, ψυχή μου, τήν λυτρωσαμένην ἡμᾶς ἐκ τῆς κατάρας.

Χρίεις τελειῶν, τὴν βρότειον οὐσίαν,
Ἄναξ ἄναρχε, Πνεύματος κοινωνία,
Ῥοαῖς ἀχράντοις, ἐκκαθάρας καὶ σκότους,
Ἰσχὺν θριαμβεύσας τε, τὴν ἐπηρμένην,
Νῦν εἰς ἄληκτον, ἐξαμείβεαι βίον. 

 

Πηγή:  glt.goarch.org

Παρασκευή 6 Ιανουαρίου 2023

Τὰ Ἅγια Θεοφάνεια

 


 

Ἀπολυτίκιον. Ἦχος α’.

Ἐν Ἰορδάνῃ βαπτιζομένου σου Κύριε, 

ἡ τῆς Τριάδος ἐφανερώθη προσκύνησις· 

τοῦ γὰρ Γεννήτορος ἡ φωνὴ προσεμαρτύρει σοι, 

ἀγαπητὸν σε Υἱὸν ὀνομάζουσα· 

καὶ τὸ Πνεῦμα ἐν εἴδει περιστερᾶς, 

ἐβεβαίου τοῦ λόγου τὸ ἀσφαλές. 

Ὁ ἐπιφανεὶς Χριστὲ ὁ Θεός, 

καὶ τὸν κόσμον φωτίσας δόξα σοι. 

 

 

Ἡ Ὑπακοή. Ἦχος β’.
Ὅτε τῇ ἐπιφανείᾳ σου ἐφώτισας τὰ σύμπαντα, 

τότε ἡ ἀλμυρὰ τῆς ἀπιστίας θάλασσα ἔφυγε, 

καὶ Ἰορδάνης κάτω ῥέων ἐστράφη, 

πρὸς οὐρανὸν ἀνυψῶν ἡμᾶς. 

Ἀλλὰ τῷ ὕψει τῶν θείων ἐντολῶν σου, 

συντήρησον Χριστὲ ὁ Θεός, 

πρεσβείες τῆς Θεοτόκου, 

καὶ σῶσον ἡμᾶς.

 


Κοντάκιον. Ἦχος δ’. Αὐτόμελον.
Ἐπεφάνης σήμερον τῇ οἰκουμένῃ, 

καὶ τὸ φῶς σου Κύριε, ἐσημειώθη ἐφ' ἡμᾶς,

 ἐν ἐπιγνώσει ὑμνοῦντάς σε. 

Ἦλθες ἐφάνης τὸ φῶς τὸ ἀπρόσιτον.



Μεγαλυνάριον.
Ἄφεσιν πηγάζων τοῖς ἐξ Ἀδάμ, 

ὁ τῆς ἀφθαρσίας, ἀνεξάντλητος ποταμὸς, 

ἐν τῷ Ἰορδάνῃ, βαπτίζεται θελήσει· 

ἀντλήσωμεν οὖν πάντες, 

ὕδωρ σωτήριον.

 

Πηγή: synaxarion.gr 

Ἐν Ἰορδάνη βαπτιζομένου σου Κύριε - Θανάσης Δασκαλοθανάσης

 


 

 

https://www.youtube.com/watch?v=s_TLWmlzlSE

Παρασκευή 30 Δεκεμβρίου 2022

Τοῦ Ἁγίου Ὁσιομάρτυρος Γεδεών

 


 

Ἀπολυτίκιον
Ἦχος α´. Τῆς ἐρήμου πολίτης.

 

Ἐναθλήσας νομίμως τὸν ἐχθρὸν καταβέβληκας, 

καὶ Ὁσιομάρτυς ἐδείχθης, του Σωτῆρος περίδοξος· 

χειρῶν γὰρ καὶ ποδῶν τὴν ἐκτομήν, 

ὑπέστης Γεδεὼν καρτερικῶς, 

 διὰ τοῦτο θείαν χάριν νέμεις ἀεί,

 τοῖς πίστει ἐκβοῶσί σοι· 

δόξα τῷ παρασχόντι σοι ἰσχύν, 

δόξα τῷ σὲ στεφανώσαντι, 

δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ, 

πᾶσιν ἰάματα.

 

 

Πηγή: saint.gr 

Σάββατο 24 Δεκεμβρίου 2022

Μεγάλυνον ψυχή μου - Καταβασίες - Χριστουγέννων Ωδή - θ'


 

Μεγάλυνον ψυχή μου, τὴν τιμιωτέραν,
καὶ ἐνδοξοτέραν τῶν ἄνω στρατευμάτων.

Μυστήριον ξένον ὁρῶ καὶ παράδοξον!
οὐρανὸν τὸ σπήλαιον·
θρόνον Χερουβικὸν τὴν Παρθένον·
τὴν φάτνην χωρίον ἐν ᾧ ἀνεκλίθη ὁ ἀχώρητος,
Χριστὸς ὁ Θεὸς· ὃν ἀνυμνοῦντες μεγαλύνομεν.

Μεγάλυνον ψυχή μου, τὸν ἐκ τῆς Παρθένου,
Θεὸν σαρκὶ τεχθέντα.

Ἐξαίσιον θαῦμα, ὁρῶντες οἱ Μάγοι,
ἀσυνήθους νέου ἀστέρος ἀρτιφαοῦς,
οὐρανίου ὑπερλάμποντος,
Χριστὸν Βασιλέα ἐτεκμήραντο,
ἐν γῇ γεννηθέντα Βηθλεέμ, εἰς σωτηρίαν ἡμῶν.

Μεγάλυνον ψυχή μου, τὸν ἐν τῷ Σπηλαίῳ,
τεχθέντα Βασιλέα.

Νεηγενὲς Μάγων λεγόντων,
παιδίον Ἄναξ, οὗ ἀστὴρ ἐφάνη, ποῦ ἐστίν,
εἰς γὰρ ἐκείνου προσκύνησιν ἥκομεν,
μανεὶς ὁ Ἡρῴδης ἐταράττετο,
Χριστὸν ἀνελεῖν, ὁ θεομάχος φρυαττόμενος.

Μάγοι καὶ Ποιμένες, ἦλθον προσκυνῆσαι,
Χριστὸν τὸν γεννηθέντα, ἐν Βηθλεὲμ τῇ πόλει.

Ἠκρίβωσε χρόνον Ἡρῴδης ἀστέρος,
οὗ ταῖς ἡγεσίαις οἱ Μάγοι ἐν Βηθλεέμ,
προσκυνοῦσι Χριστῷ σὺν δώροις·
ὑφ' οὗ πρὸς Πατρίδα ὁδηγούμενοι,
δεινὸν παιδοκτόνον, ἐγκατέλιπον παιζόμενον.

Σήμερον ἡ Παρθένος, τίκτει τὸν Δεσπότην,
ἔνδον ἐν τῷ Σπηλαίῳ.

Στέργειν μὲν ἡμᾶς, ὡς ἀκίνδυνον φόβῳ,
Ῥᾷον σιωπήν, τῷ πόθῳ δὲ Παρθένε,
Ὕμνους ὑφαίνειν, συντόνως τεθηγμένους,
Ἐργῶδές ἐστιν, ἀλλὰ καὶ Μήτηρ σθένος,
Ὅση πέφυκεν ἡ προαίρεσις δίδου.

Σήμερον ὁ Δεσπότης, τίκτεται ὡς βρέφος,
ὑπὸ Μητρὸς Παρθένου.

Τύπους ἀφεγγεῖς καὶ σκιὰς παρηγμένας,
Ὦ Μῆτερ ἁγνή, τοῦ Λόγου δεδορκότες,
Νέου φανέντος, ἐκ πύλης κεκλεισμένης,
Δοξούμενοί τε, τῆς ἀληθείας φάος,
Ἐπαξίως σὴν εὐλογοῦμεν γαστέρα.

Μεγάλυνον ψυχή μου, τὴν λυτρωσαμένην,
ἡμᾶς ἐκ τῆς κατάρας.

Πόθου τετευχώς, καὶ Θεοῦ παρουσίας,
Ὁ χριστοτερπὴς λαὸς ἠξιωμένος,
Νῦν ποτνιᾶται τῆς παλιγγενεσίας.
Ὡς ζωοποιοῦ· τὴν χάριν δὲ Παρθένε,
Νέμοις ἄχραντε, προσκυνῆσαι τὸ κλέος.

Μεγάλυνον ψυχή μου, τὴν τιμιωτέραν,
καὶ ἐνδοξοτέραν τῶν ἄνω στρατευμάτων.

Μυστήριον ξένον, ὁρῶ καὶ παράδοξον!
οὐρανὸν τὸ Σπήλαιον·
θρόνον Χερουβικόν, τὴν Παρθένον·
τὴν φάτνην χωρίον· ἐν ᾧ ἀνεκλίθη ὁ ἀχώρητος,
Χριστὸς ὁ Θεός· ὃν ἀνυμνοῦντες μεγαλύνομεν

 

Πηγή: orthodoxfathers.com

Α' καὶ Γ' Ὠδὴ τῶν Χριστουγέννων, Ἅγιον Ὄρος Ἱερὰ Μονὴ Γρηγορίου π. Φιλόθεος καὶ πατέρες

 


https://www.youtube.com/watch?v=-rvoO3AfNg8

Παρασκευή 4 Νοεμβρίου 2022

Τοῦ Ὁσίου Μάρτυρος Πορφυρίου τοῦ ἀπὸ μίμων

 


 

 

Ἀπολυτίκιον. Ἦχος πλ. α’. Τὸν συνάναρχον Λόγον.
Ὡς ἐδέξω τὸ φέγγος τῆς θείας χάριτος, 

ἐξ αἱμάτων πορφύραν λαμπρὰν ἐφοίνιξας, 

ἐναθλήσας ἀνδρικῶς Μάρτυς Πορφύριε· 

ὅθεν τῆς δόξης τοῦ Χριστοῦ, κοινωνὸς ἀναδειχθείς, 

ἱκέτευε Ἀθλοφόρε, ὑπὲρ τῶν πίστει τιμώντων, 

τὴν μακαρίαν σου ἄθλησιν.


 

Κοντάκιον. Ἦχος δ’. Ἐπεφάνης σήμερον.
Προτραπεὶς τὸ βάπτισμα Χριστοῦ ἐμπαῖξαι, 

τὸν ἐχθρὸν ἐνέπαιξας, ὁμολογίᾳ ἀληθεῖ, 

τῆς εὐσεβείας Πορφύριε, 

καὶ μαρτυρίου, τὸν δρόμον διήνυσας.


 

Μεγαλυνάριον.
Αἵμασι φοινίξας ἀθλητικοῖς, 

πορφύραν ἁγίαν, ἀφθαρσίας μαρτυρικῶς, 

Πορφύριε χαίρων, παρέστηκας Κυρίῳ, 

ὑπὲρ ἡμῶν πρεσβεύων, τῶν εὐφημούντων σε.

 

Πηγή: synaxarion.gr

 

 

 

 

Τετάρτη 2 Νοεμβρίου 2022

Τῶν Ἁγίων Ἀκινδύνου, Ἀφθονίου, Πηγασίου, Ἐλπιδοφόρου καὶ Ἀνεμποδίστου

 


 

 

Ἀπολυτίκιον. Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Ἀκίνδυνον μέλψωμεν, σὺν Ἀφθονίῳ ὁμοῦ, 

κλεινὸν Ἀνεμπόδιστον, Ἐλπιδηφόρον στερρόν, Πηγάσιον ἔνδοξον· 

οὗτοι γὰρ ἀκινδύνως, ἐξ ἀφθόνου κρατῆρος, 

πηγάζουσι τοῖς ἐλπίδι, ἀρραγεῖ προσιοῦσι, 

χαρίτων ἀνεμποδίστων, κρήνην θεόβρυτον.

 


Κοντάκιον. Ἦχος α’. Τὸν τάφον σου Σωτήρ.
Ὡς ἄστρα ἀπλανῆ, τοῦ Ἡλίου τῆς δόξης, 

ἀνέλαμψαν ἐν γῇ, οἱ Χριστοῦ στρατιῶται, 

τὸν ζόφον διώκοντες, τῶν παθῶν καὶ πηγάζοντες, 

χάριν ἄφθονον, ἀνεμποδίστως τοῖς πᾶσι, 

καὶ ἀκίνδυνον, τὴν σωτηρίαν δοροῦνται, 

ἐλπίδι τῆς πίστεως.

 


Μεγαλυνάριον.
Ὄμιλος πεντάριθμος Ἀθλητῶν, 

διηγωνισμένων, ἐν Κυρίῳ μαρτυρικῶς, 

πρόκειται εἰς αἶνον· αὐτοῖς οὖν ἐκβοῶμεν· 

χαίρετε Ἀθλοφόροι, Χριστοῦ πανθαύμαστοι.

 

 Πηγή: synaxarion.gr

Τρίτη 1 Νοεμβρίου 2022

Τῶν Ἁγίων Ἀναργύρων Κοσμᾶ καὶ Δαμιανοῦ

 

 

Στιχηρὰ τῶν Ἁγίων Ἀναργύρων
Ἦχος πλ. β'
Αὐτόμελον ΤΟ ΑΚΟΥΤΕ
Ὅλην ἀποθέμενοι, ἐν οὐρανοῖς τὴν ἐλπίδα, 

θησαυρὸν ἀσύλητον, ἑαυτοῖς οἱ Ἅγιοι ἐθησαύρισαν· 

δωρεὰν ἔλαβον, δωρεὰν διδοῦσι, τοῖς νοσοῦσι τὰ ἰάματα, 

χρυσόν ἢ ἄργυρον, εὐαγγελικῶς οὐκ ἐκτήσαντο, 

ἀνθρώποις τε καὶ κτήνεσι, τὰς εὐεργεσίας μετέδωκαν· 

ἵνα διὰ πάντων, ὑπήκοοι γενόμενοι Χριστῷ, 

ἐν παρρησίᾳ πρεσβεύωσιν, ὑπὲρ τῶν ψυχῶν ἡμῶν. 


Ἦχος πλ. β'
Ὕλην ἑβδελύξαντο, τὴν ἐπὶ γῆς φθειρομένην, 

οὐρανοπολῖται δέ, ἐν σαρκὶ ὡς Ἄγγελοι ἐχρημάτισαν, 

ἡ ὁμόφρων σύσκηνος, ξυνωρὶς ὁμότροπος, τῶν Ἁγίων καὶ ὁμόψυχος. 

Διὸ τοῖς κάμνουσι, πᾶσι τὰς ἰάσεις βραβεύουσιν, 

ἀνάργυρον παρέχοντες, τὴν εὐεργεσίαν τοῖς χρῄζουσιν· 

οὓς ἐν ἐτησίοις, ὑμνήσωμεν ἀξίως ἑορταῖς, 

ἐν παρρησίᾳ πρεσβεύοντας, ὑπὲρ τῶν ψυχῶν ἡμῶν. 


Ἦχος πλ. β'
Ὅλην εἰσοικίσασα, ἐν ἑαυτῇ τὴν Τριάδα, δυὰς ἡ ἀοίδιμος, 

Κοσμᾶς καὶ Δαμιανὸς οἱ Θεόφρονες, ὡς κρουνοὶ βλύζουσιν,

 ἐκ πηγῆς νάματα, ζωηφόρου τῶν ἰάσεων,

 ὧν καὶ τὰ λείψανα, πάθη δι' ἁφῆς θεραπεύουσι,

 καὶ μόνα τὰ ὀνόματα, νόσους ἐκ βροτῶν ἀπελαύνουσι, 

πάντων τῶν προσφύγων, σωτήριοι τελοῦντες τῷ Χριστῷ 

ἐν παρρησίᾳ πρεσβεύουσιν, ὑπὲρ τῶν ψυχῶν ἡμῶν. 


Δοξαστικὸν
Ἦχος πλ. β'
Ἀνατολίου
Ἀτελεύτητος ὑπάρχει τῶν Ἁγίων ἡ χάρις, 

ἣν παρὰ Χριστοῦ ἐκομίσαντο· 

 ὅθεν αὐτῶν καὶ τὰ λείψανα, ἐκ θείας δυνάμεως, 

διηνεκῶς ἐνεργοῦσι τοῖς θαύμασιν,

ὧν καὶ τὰ ὀνόματα μόνα, ἐκ πίστεως ἐπιβοώμενα, 

τῶν ἀνιάτων ἀλγηδόνων ἀπαλλάττουσι, 

δι' ὧν Κύριε καὶ ἡμᾶς, τῶν τῆς ψυχῶν καὶ σώματος

 παθῶν ἐλευθέρωσον, ὡς φιλάνθρωπος. 


Θεοτοκίον
Ἦχος πλ. β'
Ὅλην ἀποθέμενοι ΤΟ ΑΚΟΥΤΕ
Γνώμῃ ὀλισθήσας τε, καὶ δουλωθεὶς τῷ τυράννῳ, 

ἀπάτῃ Θεόνυμφε, πρὸς τὴν ὑπερθαύμαστον εὐσπλαγχνίαν σου, 

καὶ θερμὴν δέησιν, Παναγία Κόρη, καταφεύγω ὁ πανάθλιος. 

Διὸ μὲ λύτρωσαι, τῶν πειρατηρίων καὶ θλίψεων, 

καὶ σῶσόν με Πανάμωμε, τῶν δαιμονικῶν ἐπιθέσεων,

 ἵνα σε δοξάζω, καὶ πόθῳ προσκυνῶ καὶ ἀνυμνῶ, 

καὶ μεγαλύνω σε Δέσποινα, τὴν ἀειμακάριστον. 

 

Πηγή: Μηναῖον Νοεμβρίου &  glt.goarch.org

 

 

Σάββατο 29 Οκτωβρίου 2022

Τῆς Ἁγίας Άναστασίας τῆς Ρωμαίας

 



 

Ἀπολυτίκιον. Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Ἀσκήσει ἐκλάμψασα, ὥσπερ παρθένος σεμνή, 

ἀθλήσεως αἵμασι, τὴν τῆς ἁγνείας στολήν, 

ἐνθέως ἐφοίνιξας· 

ὅθεν Ἀναστασία, ὡς Ὁσία καὶ Μάρτυς, 

χάριτας ἰαμάτων, ἀπαστράπτεις τῷ κόσμῳ, 

πρεσβεύουσα τῷ Σωτήρι, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.



Κοvτάκιοv. Ἦχος γ’. Ἡ Παρθένος σήμερον.
Παρθενίας νάμασι, καθηγνισμένη Ὁσία, 

μαρτυρίου αἵμασι, Ἀvαστασία πλυθεῖσα, 

 παρέχεις, τοῖς ἐν ἀνάγκαις τῶν νοσημάτων, 

ἴασιν, καὶ σωτηρίαν τοῖς προσιοῦσιν, 

ἐκ καρδίας· ἰσχὺν γὰρ νέμει, 

Χριστὸς ὁ βρύων, χάριν ἀέναοv.



Μεγαλυνάριον.
Ἔφυς ὥσπερ ῥόδον πανευθαλές, 

ἐν δικαιοσύνης, τοῖς λειμῶσιν ἀσκητικῶς,

 καὶ ὀσμὴν χαρίτων, ἀθλητικῶς ἐκπέμπεις, 

σεμνὴ Ἀναστασία, τοῖς σὲ γεραίρουσι.

 

Πηγή: synaxarion.gr 

 

 

 

Πέμπτη 27 Οκτωβρίου 2022

Τοῦ Ἁγίου Μάρτυρος Νέστορος

 


 

 

 Κανών α', ᾨδὴ θ', τοῦ Ἁγίου Νέστορος
Ἦχος δ'
Ὅτι ἐποίησέ μοι μεγαλεῖα ΤΟ ΑΚΟΥΤΕ
Πορφύραν ἐξ αἱμάτων, βεβαμμένην σου ἱερῶν,

 φορέσας καὶ κατέχων δεξιᾷ ὥσπερ σκῆπτρον τὸν Σταυρόν, 

συμβασιλεύεις τῷ Χριστῷ, Νέστορ μακάριε.

Πέπειρος βότρυς ὤφθης, τῆς ἀμπέλου τῆς νοητῆς· 

ληνοῖς δὲ μαρτυρίου ἐκθλιβείς, κατανύξεως ἡμῖν, 

οἶνον ἀνέβλυσας πιστοῖς, Νέστορ πολύαθλε.

Χορεύων μέτ' Ἀγγέλων, πρὸ προσώπου τοῦ Ἰησοῦ, 

καὶ δόξης ἀπολαύνων τῆς αὐτοῦ, τῶν τελούντων σου πιστῶς,

 Νέστορ τὴν μνήμην τὴν σεπτήν, ἀεὶ μνημόνευε.


Θεοτοκίον
Φωτὸς ὤφθης δοχεῖον, τοῦ σκεδάσαντος τὴν ἀχλύν,

 τῆς πάλαι ἀγνωσίας ἀληθῶς, ἁγιάσματος σκηνή, 

χρυσὴ λυχνία οὐρανῶν, ὑψηλοτέρα Ἁγνή.


Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ὅτι ἐποίησέ μοι, μεγαλεῖα ὁ δυνατός, 

καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ, καὶ τὸ ἔλεος αὐτοῦ, 

εἰς γενεὰν καὶ γενεάν, τοῖς φοβουμένοις αὐτόν». 



Ἐξαποστειλάριον
Ἦχος β'
Γυναῖκες ἀκουτίσθητε ΤΟ ΑΚΟΥΤΕ
Λυαίου τὴν ἀπόνοιαν, καὶ μανιώδη ἔπαρσιν, 

τῇ τοῦ Σταυροῦ δυναστείᾳ, καὶ ταῖς εὐχαῖς Δημητρίου, 

τοῦ πανενδόξου Μάρτυρος, καθεῖλες Νέστορ πρότερον, 

τὰ πάθη τροπωσάμενος, καὶ Μάρτυς ἄριστος ὤφθης,

 Χριστοῦ σοφὲ ἀθλοφόρε. 


Θεοτοκίον, Ἦχος β'
Γυναῖκες ἀκουτίσθητε ΤΟ ΑΚΟΥΤΕ
Συνήθως τὰ ἐλέη σου, φιλάγαθε πανύμνητε, 

καὶ τοὺς πολλοὺς οἰκτιρμούς σου, δεῖξον καὶ νῦν Θεοτόκε, 

ἐκ πάσης περιστάσεως, κινδύνων τε καὶ θλίψεων, 

πάντας ἡμᾶς ἐξαίρουσα, τῆς ἀπειλῆς τοῦ σεισμοῦ τε, 

τῆς φοβερᾶς λυτρουμένη. 


Πηγή: glt.goarch.org

Τετάρτη 26 Οκτωβρίου 2022

Τοῦ Ἁγίου Μεγαλομάρτυρος Δημητρίου τοῦ Μυροβλύτου


 

 

Κάθισμα τοῦ Ἁγίου. Ἦχος πλ. δ'
Τὴν Σοφίαν καὶ Λογον ΤΟ ΑΚΟΥΤΕ
Εὐσεβείας τοῖς τρόποις καταπλουτῶν,

ἀσεβείας τὴν πλάνην καταβαλών, 

Μάρτυς κατεπάτησας, τῶν τυράννων τὰ θράση, 

καὶ τῷ θείῳ πόθῳ, τὸν νοῦν πυρπολούμενος, 

τῶν εἰδώλων τὴν πλάνην, εἰς χάος ἐβύθισας· 

ὅθεν ἐπαξίως, ἀμοιβὴν τῶν ἀγώνων, 

ἐδέξω τὰ θαύματα, καὶ πηγάζεις ἰάματα, 

Ἀθλοφόρε Δημήτριε, πρέσβευε Χριστῷ τῷ Θεῷ, 

τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, 

τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
 

Δόξα... Ἕτερον τοῦ Ἁγίου
Βασιλεῖ τῶν αἰώνων εὐαρεστῶν, 

βασιλέως ἀνόμου πᾶσαν βουλήν, 

ἐξέκλινας Ἔνδοξε, καὶ γλυπτοῖς οὐκ ἐπέθυσας· 

διὰ τοῦτο θῦμα, σαυτὸν προσενήνοχας, 

τῷ τυθέντι Λόγῳ ἀθλήσας στερρότατα· 

ὅθεν καὶ τῇ λόγχῃ, τὴν πλευρὰν ἐξωρύχθης, 

τὰ πάθη ἰώμενος, τῶν πιστῶς προσιόντων σοι, 

Ἀθλοφόρε Δημήτριε, πρέσβευε Χριστῷ τῷ Θεῷ, 

τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, 

τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.


Καὶ νῦν
... Τοῦ Σεισμοῦ
 

Ἦχος δ'
Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ

Τῆς ἐπελθούσης σου ὀργῆς ἀφορήτου,

ὅτι ἠλέησας ἡμᾶς καὶ ἐρρύσω, 

φιλανθρωπίας πέλαγος δεικνύων Χριστέ, 

νῦν εὐχαριστοῦμέν σοι, παιδευθέντες ἐκκλῖναι, 

ἀπὸ τῶν κακῶν ἡμῶν, τῶν ἡμᾶς θανατούντων· 

Ἀλλ' ἐπιβλέψας οἴκτειρον ἡμᾶς, 

ταῖς ἱκεσίαις Σωτὴρ τῆς τεκούσης σε.

 

 Πηγή: Μηναῖον Ὀκτωβρίου &  glt.goarch.org

 

 

Τρίτη 25 Οκτωβρίου 2022

Τῆς Ἁγίας Ταβιθᾶς τῆς ἐλεήμονος

 


 

 

 

Ἀπολυτίκιον. Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Μαθήτρια ἔνθεος, ἐν τῇ Ἰόππῃ σεμνή, 

Χριστοῦ ἐχρημάτισας, καὶ ἐν πολλοῖς οἰκτιρμοῖς,

 αὐτὸν ἐθεράπευσας· 

ὅθεν ὑπὸ τοῦ Πέτρου, ὡς ἠγέρθης θανοῦσα, 

ἐδειξας τοῦ σοῦ βίου, Ταβιθᾶ μακαρία, 

πᾶσι τὴν κεκρυμμένην, θείαν λαμπρότητα.



Κοντάκιον. Ἦχος β’. Τοῖς τῶν αἱμάτων σου.
Τοῖς θεαρέστοις σου ἔργοις καὶ πράξεσι, 

θεοπρεπῶς τῷ Σωτῆρι λατρεύουσα, 

ἀγάπης ὑπόδειγμα πέφηνας, 

ὦ Ταβιθᾶ ὡς θεόφρων μαθήτρια· 

διό σου τὴν μνήμην γεραίρομεν.



Μεγαλυνάριον.
Χαίροις θεοδόξαστε Ταβιθᾶ, 

στήλη θείων ἔργων, ὡς μαθήτρια τοῦ Χριστοῦ· 

ἐλεημοσύνης, πηγὴ γὰρ ἀνεδείχθης, 

ἐν πόλει τῇ Ἰόππῃ, γνώμῃ θεόφρονι.

 

 

Πηγή: synaxarion.gr



Δευτέρα 24 Οκτωβρίου 2022

Τῆς Ὰγίας Μάρτυρος Σεβαστιανῆς

 


 

 

 

Ἀπολυτίκιον. Ἦχος α’. Τῆς ἐρήμου πολίτης.
Τοῖς ῥήμασι τοῦ Παύλου φωτισθεῖσα προσέδραμες, 

Σεβαστιανὴ τῷ Σωτῆρι καὶ νομίμως ἐνήθλησας, 

βασάνους ὑπομείνασα πολλάς, 

δυνάμει τοῦ νυμφίου σου Χριστοῦ, 

ὃν ἱκέτευε ἀπαύστως ὑπὲρ ἡμῶν, 

τῶν εὐλαβῶς βοώντων σοι· 

δόξα τῷ δεδωκότι σοι ἰσχύν, 

δόξα τῷ σὲ στεφανώσαντι, 

δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ, 

πᾶσιν ἰάματα.



Κοντάκιον. Ἦχος β’. Τὰ ἄνω ζητῶν.
Τὸ φῶς τοῦ Χριστοῦ, διὰ τοῦ Παύλου δέδεξαι, 

καὶ πίστει θερμῇ, ὑπὲρ αὐτοῦ ἠγώνισαι, 

Σεβαστιανὴ ἔνδοξε, 

τῆς σαρκός σου μηδόλως φροντίσασα, 

καὶ τὴν ἄπονον εὗρες ζωήν, 

τῷ ξίφει τμηθεῖσα τὸν αὐχένα σου.



Μεγαλυνάριον.
Ἤθλησας ὡς ἄσαρκος ἐν σαρκί, 

καὶ τομῇ τῆς κάρας, γάλα ἔβλυσας θαυμαστῶς· 

ὁ Χριστὸς γὰρ Μάρτυς, ὦ Σεβαστιανή σε, 

δοξάζει ὃν ἐν ἄθλοις λαμπρῶς ἐδόξασας.

 

 Πηγή: synaxarion.gr

Πέμπτη 20 Οκτωβρίου 2022

Τοῦ Ἁγίου Μεγαλομάρτυρος Ἀρτεμίου

 


 

 

Ἀπολυτίκιον – Ἦχος δ´ «Ταχύ προκατάλαβε»

Μαρτύρων ἀγλάϊσμα τῆς Ἐκκλησίας Χριστοῦ 

καί φύλαξ ἀκοίμητος τῶν ἀσθενούντων σοφέ, 

ἐδείχθης Ἀρτέμιε, 

ἔλαμψας ἐν τῷ κόσμῳ δι’ ἀπειρίας θαυμάτων, 

ἤλεγξας καί ἀνόμων τήν σκοτόμαιναν μάκαρ, 

διό ἐν παρρησίᾳ Χριστῷ, πρέσβευε σωθῆναι ἡμᾶς.

 

Ἕτερον Ἀπολυτίκιον – Ἦχος πλ. α´ «Τὸν συνάναρχον Λόγον»

Εὐσέβειας τοῖς τρόποις καλλωπιζόμενος, 

ἀθλητικῆς ἀγλαΐας ὤφθης σοφὲ κοινωνός, 

πρὸς ἀγῶνας ἀνδρικοὺς παραταξάμενος· 

ὅθεν ὡς λύχνος φωταυγής, τῶν θαυμάτων τὰς βολάς, 

ἐκλάμπεις τῇ οἰκουμένῃ, 

Ἀρτέμιε Ἀθλοφόρε, πρὸς σωτηρίαν τῶν ψυχῶν ἡμῶν.

 

Ἕτερον Ἀπολυτίκιον – Ἦχος πλ. α´ «Τὸν συνάναρχον λόγον»

Εὐσεβείας ἐμπρέπων τοῖς κατορθώμασι, 

τῆς τῶν Μαρτύρων εὐκλείας ὤφθης σοφὲ κοινωνός,

 ἐναθλήσας ἀνδρικῶς Μάρτυς Ἀρτέμιε· 

ὅθεν πηγάζων δαψιλῶς, ἰαμάτων δωρεάς,

 τὸ πάθος ἐντεροκήλης, 

ὡς συμπαθὴς θεραπεύεις, 

τῶν προστρεχόντων τῇ πρεσβείᾳ σου.

 

Κοντάκιοv  –  Ἦχος β´ «Τοὺς ἀσφαλεῖς»

Τὸν εὐσεβῆ, καὶ στεφηφόρον Μάρτυρα, 

τὸν κατ’ ἐχθρῶν, νίκης ἀράμενον τρόπαια, 

συνελθόντες ἐπαξίως νῦν, ἐν ὑμνῳδίαις εὐφημήσωμεν, 

Ἀρτέμιον τὸν μέγιστον ἐν Μάρτυσι, 

θαυμάτων τε δοτῆρα πλουσιώτατον· 

πρεσβεύει γὰρ Κυρίῳ ὑπὲρ πάντων ἡμῶν.

 

Ἕτερον Κοντάκιον  –  Ἦχος πλ. δ´ «Τῇ ὑπερμάχῳ»

Ὡς ἀριστέα τοῦ Σωτῆρος πολυθαύμαστον
Καὶ παροχέα ἰαμάτων πλουσιόδωρον
Ἀνυμνοῦμέν σε προφρόνως Μεγαλομάρτυς.
Ἀλλ’ ὡς πέλων ἰατὴρ τῆς κήλης ἄριστος,
Ἀσινῆ με ἐκ τῆς βλάβης ταύτης φύλαττε,
Ἵνα κράζω σοι, χαίροις Μάρτυς Ἀρτέμιε.


Μεγαλυνάριον.

Δόξαν ὑπατείας ὑπεριδών, 

τὸ ὕπατον κλέος, ἐπορίσω τῶν ἀρετῶν, 

ὡς ἀνδραγαθήσας, Ἀρτέμιε ἐνδόξως· 

διὸ παντοίας βλάβης, ῥύου τοὺς δούλους σου.

 

Ἕτερον Μεγαλυνάριον.

Τὸν μεγαλομάρτυρα τοῦ Χριστοῦ, 

καὶ τῶν ἰαμάτων, τὸν πολλύρρυτον ποταμόν, 

τῆς ἐντεροκήλης, τὸν θεῖον ἰατῆρα, 

Ἀρτέμιον τὸν μέγαν, ὕμνοις τιμήσωμεν.

 

Πηγή: synaxarion.gr 

Τετάρτη 19 Οκτωβρίου 2022

Τοῦ Ἀγίου Προφήτου Ἰωήλ

 

 


 

 

 

 

Ἀπολυτίκιον. Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Ὡς ἔμπνουν κειμήλιον, τῶν ἱερῶν ἀρετῶν, 

Προφήτης θεόληπτος, ὤφθης σοφέ, Ἰωήλ, 

ἑλλάμψει τοῦ Πνεύματος·

 ὅθεν τῆς εὐσεβείας, ἡ πηγὴ ὡς προέφης, 

ἔβλυσε τοῖς ἐν κόσμῳ, ἐκ τοῦ οἴκου Κυρίου· 

ἧς νῦν καταπολαύοντες, πόθῳ τιμῶμέν σε.



Κοντάκιον. Ἦχος α’. Τὸν τάφον σου Σωτήρ.
Τὴν δόξαν τοῦ Θεοῦ, νοητῶς θεώρησας, 

ἐδέξω Ἰωήλ, τῶν μελλόντων τὴν γνῶσιν· 

τὸ Πνεῦμα γὰρ τὸ Ἅγιον, ὥσπερ ἔφης ἐκκέχυται, 

κατ’ ἐνέργειαν, εἰς πᾶσαν σάρκα Προφῆτα, 

τὴν πιστεύσασαν, τῷ ἐπὶ γῆς κενωθέντι, 

καὶ σὲ θαυμαστώσαντι.



Μεγαλυνάριον.
Ὤφθη ἀποστάζουσα γλυκασμόν,

 Ἰωὴλ Προφῆτα, σοῦ ἡ γλῶσσα προφητικόν· 

τὴν γὰρ ἐν τῷ Λόγῳ, ἀνάπλασιν τοῦ κόσμου, 

συμβολικῶς κηρύττει, δι’ ἧς ἐσώθημεν.

 Πηγή: synaxarion.gr