Βυζαντινὰ Κάλαντα Χριστουγέννων
(Σιναΐτικη ἀλφαβητικὴ ἀκροστιχίδα)
Ἄναρχος Θεὸς καταβέβηκεν καὶ ἐν τῇ Παρθένῳ κατώκοισεν
ἐρου ρέμ ἐρου ρέμ ρερου ρερου ρερου ρέμ
χαῖρε Ἄχραντε.
Βασιλεὺς τῶν ὅλων καὶ Κύριος ἦλθε τὸν Ἀδὰμ ἀναπλάσασθαι
ἐρου ρέμ ἐρου ρέμ ρερου ρε καί τενενά
χαῖρε Δέσποινα.
Γηγενεῖς σκιρτᾶτε καὶ χαίρεσθε, τάξεις τῶν ἀγγέλων εὐφραίνεσθε ἐρου ρέμ ἐρου ρέμ ρερου ρερου ρερου ρέμ
χαῖρε Ἄχραντε.
Δεῦτε ἐν σπηλαίῳ θεάσασθαι, κείμενον ἐν φάτνῃ τὸν Κύριον ἐρου ρέμ ἐρου ρέμ ρερου ρε καί τενενά
χαῖρε Δέσποινα.
Ἐξ ἀνατολῶν μάγοι ἔρχονται δῶρα προσκομίζουσι ἄξια. ἐρου ρέμ ἐρου ρέμ ρερου ρερου ρερου ρέμ χαῖρε Ἄχραντε.
Ζητοῦν προσκυνῆσαι τὸν Κύριον, τὸν ἐν τῷ σπηλαίῳ τικτόμενον. ἐρου ρέμ ἐρου ρέμ ρερου ρε καί τενενά
χαῖρε Δέσποινα.
Ἡ ἀστὴρ τοὺς μάγους ὁδήγησεν ἄνω τοῦ σπηλαίου τοὺς ἔφερεν
Θεὸς Βασιλεὺς προαιώνιος τίκτεται ἐκ κόρης Θεόπαιδος.
Ἱδὼν ὁ Ἡρῴδης ἐθαύμασε τὴν ὑπὸ τῶν μάγων ἀκρίβειαν.
Κράζει καὶ βοᾷ πρὸς τοὺς ἱερεῖς τοὺς δοξολογοῦντας τὸν Κύριον.
Λέγετε σοφοὶ καὶ διδάσκαλοι ἄρα που γεννᾶται ὁ Κύριος.
Μάγοι τὸν κηρύττουν καὶ λέγουσι Βασιλέα μέγα καὶ Κύριον.
Τέριριριρεμ τέριριριρεμ τέμ καί ἀνανές
χαῖρε ἄχραντε, τεμ καὶ νενενὰ χαῖρε Δέσποινα.
Νῦν Ἡρῴδης σήμερον ἤκουσεν ἀληθείας θαῦμα κι ἐθαύμασεν
Τέριριριρεμ τέριριριρεμ τέμ καί ἀνανές
χαῖρε ἄχραντε, τεμ καὶ νενενὰ χαῖρε Δέσποινα.
Ξένον καὶ παράδοξον ἄκουσμα, τὴν ὑπὸ τῶν μάγων ἀκρίβειαν Τέριριριρεμ τέριριριρεμ τέμ καί ἀνανές
χαῖρε ἄχραντε τεμ καὶ νενενὰ χαῖρε Δέσποινα.
Ὁ μακροθυμήσας καὶ Κύριος, σῶσαι τοὺς εἰς Σε καταφεύγοντας Τέριριριρεμ τέριριριρεμ τέμ καί ἀνανές
χαῖρε ἄχραντε τέμ καὶ νενενὰ χαῖρε Δέσποινα.
Ποιμένες ἰδόντες ἐδόξαζον, δόξα ἐν ὑψίστοις ἐκραύγαζον.
Ῥῆμα Ἰωσὴφ νύκτα ἤκουσεν ἄγγελος Κυρίου ἐλάλησε.
Σήμερον γεννᾶται ὁ Κύριος καὶ πᾶσα ἡ κτίσις ἀγάλλεται.
Τρεῖς τὰς ὑποστάσεις ἐγνώκαμεν· Πατέρα, Υἱόν, Πνεῦμα Ἅγιον.
Ὑπὸ ἀρχαγγέλων ὑμνούμενον καὶ τῶν Σεραφεὶμ δοξαζόμενον.
ἐρου ρέμ ἐρου ρέμ ρερου ρερου ρερου ρέμ
χαῖρε Ἄχραντε.
Φῶς ἐν τῷ σπηλαίῳ ἐπέφανεν καὶ τὸν κόσμον ὅλον ἐφώτισε.
Ἅγιος, Ἅγιος, Ἅγιος ὑπάρχεις καὶ Κύριος.
Χαίρουσα ἡ κτίσις ἀγάλλεται καὶ πανηγυρίζει, εὐφραίνεται.
ἐρου ρέμ ἐρου ρέμ ρερου ρερου ρερου ρέμ
χαῖρε Ἄχραντε.
Ψάλλοντες Χριστὸν τὸν Θεὸν ἡμῶν τὸν ἐν τῷ σπηλαίῳ τικτόμενον.
Ἅγιος, Ἅγιος, Ἅγιος ὑπάρχεις καὶ Κύριος.
Ὢ παρθενομήτορ καὶ Δέσποινα· σῷζε τοὺς εἰς Σὲ καταφεύγοντας.ἐρου ρέμ ἐρου ρέμ ρερου ρερου ρερου ρέμ
χαῖρε Ἄχραντε.
Ἅγιος, Ἅγιος, Ἅγιος ὑπάρχεις καὶ Κύριος.