«Ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε· ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον». Ἰησοῦς Χριστός (Ἰωάν. ιστ΄33).

Εμφάνιση αναρτήσεων με ετικέτα Ἅγιος Ἰωάννης ὁ Θεολόγος. Εμφάνιση όλων των αναρτήσεων
Εμφάνιση αναρτήσεων με ετικέτα Ἅγιος Ἰωάννης ὁ Θεολόγος. Εμφάνιση όλων των αναρτήσεων

Δευτέρα 26 Σεπτεμβρίου 2022

Γ' Ἐπιστολὴ Ἁγίου Ἰωάννου τοῦ Θεολόγου

 

 

Ἐπιστολὴ Γ'  Ἰωάννου

1 Ὁ πρεσβύτερος Γαΐῳ τῷ ἀγαπητῷ, ὃν ἐγὼ ἀγαπῶ ἐν ἀληθείᾳ. 

2 Ἀγαπητέ, περὶ πάντων εὔχομαί σε εὐοδοῦσθαι καὶ ὑγιαίνειν, καθὼς εὐοδοῦταί σου ἡ ψυχή. 

3 ἐχάρην γὰρ λίαν ἐρχομένων ἀδελφῶν καὶ μαρτυρούντων σου τῇ ἀληθείᾳ, καθὼς σὺ ἐν ἀληθείᾳ περιπατεῖς. 

 4 μειζοτέραν τούτων οὐκ ἔχω χαράν, ἵνα ἀκούω τὰ ἐμὰ τέκνα ἐν ἀληθείᾳ περιπατοῦντα. 

5 Ἀγαπητέ, πιστὸν ποιεῖς ὃ ἐὰν ἐργάσῃ εἰς τοὺς ἀδελφοὺς καὶ εἰς τοὺς ξένους, 

6 οἳ ἐμαρτύρησάν σου τῇ ἀγάπῃ ἐνώπιον ἐκκλησίας, οὓς καλῶς ποιήσεις προπέμψας ἀξίως τοῦ Θεοῦ. 

7 ὑπὲρ γὰρ τοῦ ὀνόματος ἐξῆλθον, μηδὲν λαμβάνοντες ἀπὸ τῶν ἐθνικῶν. 

8 Ἡμεῖς οὖν ὀφείλομεν ὑπολαμβάνειν τοὺς τοιούτους, ἵνα συνεργοὶ γινώμεθα τῇ ἀληθείᾳ. 

9 Ἔγραψα τῇ ἐκκλησίᾳ· ἀλλ' ὁ φιλοπρωτεύων αὐτῶν Διοτρεφὴς οὐκ ἐπιδέχεται ἡμᾶς. 

10 διὰ τοῦτο, ἐὰν ἔλθω, ὑπομνήσω αὐτοῦ τὰ ἔργα ἃ ποιεῖ, λόγοις πονηροῖς φλυαρῶν ἡμᾶς· καὶ μὴ ἀρκούμενος ἐπὶ τούτοις οὔτε αὐτὸς ἐπιδέχεται τοὺς ἀδελφοὺς καὶ τοὺς βουλομένους κωλύει καὶ ἐκ τῆς ἐκκλησίας ἐκβάλλει. 

11 Ἀγαπητέ, μὴ μιμοῦ τὸ κακὸν, ἀλλὰ τὸ ἀγαθόν. ὁ ἀγαθοποιῶν ἐκ τοῦ Θεοῦ ἐστιν· ὁ κακοποιῶν οὐχ ἑώρακε τὸν Θεόν. 

12 Δημητρίῳ μεμαρτύρηται ὑπὸ πάντων καὶ ὑπ' αὐτῆς τῆς ἀληθείας· καὶ ἡμεῖς δὲ μαρτυροῦμεν, καὶ οἶδατε ὅτι ἡ μαρτυρία ἡμῶν ἀληθής ἐστι. 

13 Πολλὰ εἶχον γράφειν, ἀλλ' οὐ θέλω διὰ μέλανος καὶ καλάμου σοι γράψαι· 

14 ἐλπίζω δὲ εὐθέως ἰδεῖν σε, καὶ στόμα πρὸς στόμα λαλήσομεν. 

15 εἰρήνη σοι. ἀσπάζονταί σε οἱ φίλοι. ἀσπάζου τοὺς φίλους κατ' ὄνομα.

 

Ἅγιος Ἰωάννης ὁ Θεολόγος 

Πηγή: Καινὴ Διαθήκη, σελ.: 968-969  & myriobiblos.gr

Τῆς Μεταστάσεως τοῦ Ἁγίου Ἰωάννου τοῦ Θεολόγου

 


 

 Κανών γ', ᾨδὴ ζ', τοῦ Εὐαγγελιστοῦ
Ἦχος πλ. β'
Δροσοβόλον μὲν τὴν κάμινον ΤΟ ΑΚΟΥΤΕ

 
Τὴν βροντὴν τὴν διηχήσασαν εἰς ἅπαντα, 

τὰ πέρατα ὑμνήσωμεν, τὸν Θεολόγον, 

δι' οὗ πᾶσα ὄντως ἀκοή, ἐμβρόντητος ἤρθη ἀπὸ γῆς, 

καὶ μεγαλύνεται Χριστός, ὁ τοῦ παντὸς Ποιητής.


Ἡ περίβλεπτος τοῦ οἴκου σου εὐπρέπεια, 

πᾶσαν φαιδρύνει ἔννοιαν, 

ἐν ᾧ πάντοτε ἀθροιζόμενοι θεοπρεπῶς, 

ὑμνοῦμεν τὸν πάντων Ποιητήν, 

καὶ εὐφημοῦμέν σε πιστῶς, 

ὄντα προστάτην ἡμῶν.



Φωτοβόλον ὡς ἀστέρα σε γινώσκοντες, 

ταῖς σελασφόροις λάμψεσι, σου φωτίζεσθαι, 

μαθητὰ δεόμεθα Χριστοῦ, 

ῥυόμενοι σκότους τῶν παθῶν, 

καὶ πειρασμῶν παντοδαπῶν τῇ μεσιτείᾳ σου.

 


Θεοτοκίον

 
Εὐλογοῦμεν σε πανάμωμε κυήσασαν, 

εὐλογημένον Κύριον, 

τὸν εὐλογίαις καταστέψαντα ταῖς θεϊκαῖς,

ἐπάρατον φύσιν τῶν βροτῶν, 

καὶ καινουργήσαντα ἡμᾶς, 

παλαιωθέντας φθορᾷ.


 

Καταβασία ΤΟ ΑΚΟΥΤΕ

 
Οὐκ ἐλάτρευσαν τῇ κτίσει οἱ θεόφρονες, παρὰ τὸν κτίσαντα, 

ἀλλὰ πυρὸς ἀπειλήν, ἀνδρείως πατήσαντες, χαίροντες ἔψαλλον. 

Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ. 

 

 Πηγή: Μηναῖον  Σεπτεμβρίου &  glt.goarch.org 


 

Κυριακή 13 Μαρτίου 2022

Εὐαγγέλιον τῆς Κυριακῆς τῆς Ὀρθοδοξίας

 





Κατὰ Ἰωάννην α΄44-52.
 
44 Τῇ ἐπαύριον ἠθέλησεν ὁ Ἰησοῦς ἐξελθεῖν εἰς τὴν Γαλιλαίαν, καὶ εὑρίσκει Φίλιππον καὶ λέγει αὐτῷ· Ἀκολούθει μοι. 

45 ἦν δὲ ὁ Φίλιππος ἀπὸ Βηθσαϊδά, ἐκ τῆς πόλεως Ἀνδρέου καὶ Πέτρου. 

46 εὑρίσκει Φίλιππος τὸν Ναθαναὴλ καὶ λέγει αὐτῷ· Ὃν ἔγραψε Μωϋσῆς ἐν τῷ νόμῳ καὶ οἱ προφῆται, εὑρήκαμεν, Ἰησοῦν τὸν υἱὸν τοῦ Ἰωσὴφ τὸν ἀπὸ Ναζαρέτ.

 47 καὶ εἶπεν αὐτῷ Ναθαναήλ· Ἐκ Ναζαρὲτ δύναταί τι ἀγαθὸν εἶναι; λέγει αὐτῷ Φίλιππος· Ἔρχου καὶ ἴδε. 

48 εἶδεν ὁ Ἰησοῦς τὸν Ναθαναὴλ ἐρχόμενον πρὸς αὐτὸν καὶ λέγει περὶ αὐτοῦ· Ἴδε ἀληθῶς Ἰσραηλίτης ἐν ᾧ δόλος οὐκ ἔστι. 

49 λέγει αὐτῷ Ναθαναήλ· Πόθεν με γινώσκεις; ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ· Πρὸ τοῦ σε Φίλιππον φωνῆσαι, ὄντα ὑπὸ τὴν συκῆν εἶδόν σε. 

50 ἀπεκρίθη Ναθαναήλ καὶ λέγει αὐτῷ· Ραββί, σὺ εἶ ὁ υἱὸς τοῦ Θεοῦ, σὺ εἶ ὁ βασιλεὺς τοῦ Ἰσραήλ. 

 51 ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ· Ὅτι εἶπόν σοι, εἶδόν σε ὑποκάτω τῆς συκῆς, πιστεύεις; μείζω τούτων ὄψῃ. 

52 καὶ λέγει αὐτῷ· Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ἀπ' ἄρτι ὄψεσθε τὸν οὐρανὸν ἀνεῳγότα, καὶ τοὺς ἀγγέλους τοῦ Θεοῦ ἀναβαίνοντας καὶ καταβαίνοντας ἐπὶ τὸν υἱὸν τοῦ ἀνθρώπου.


Ἅγιος Ἀπόστολος & Εὐαγγελιστὴς Ἰωάννης

Πηγή: Καινὴ Διαθήκη, σελ. 371-372 & myriobiblos.gr 

Τρίτη 23 Νοεμβρίου 2021

Ὧδε ἡ σοφία ἐστίν - Ἅγιος Ἰωάννης ὁ Θεολόγος


 

Ἀποκάλυψις Ἰωάννου

Κεφάλαιο ιγ΄

 1 Καὶ ἐστάθην ἐπὶ τὴν ἄμμον τῆς θαλάσσης· καὶ εἶδον ἐκ τῆς θαλάσσης θηρίον ἀναβαῖνον, ἔχον κέρατα δέκα καὶ κεφαλὰς ἑπτά, καὶ ἐπὶ τῶν κεράτων αὐτοῦ δέκα διαδήματα, καὶ ἐπὶ τὰς κεφαλὰς αὐτοῦ ὀνόματα βλασφημίας. 

2 καὶ τὸ θηρίον ὃ εἶδον ἦν ὅμοιον παρδάλει, καὶ οἱ πόδες αὐτοῦ ὡς ἄρκτου, καὶ τὸ στόμα αὐτοῦ ὡς στόμα λέοντος. καὶ ἔδωκεν αὐτῷ ὁ δράκων τὴν δύναμιν αὐτοῦ καὶ τὸν θρόνον αὐτοῦ καὶ ἐξουσίαν μεγάλην· 

3 καὶ μίαν ἐκ τῶν κεφαλῶν αὐτοῦ ὡς ἐσφαγμένην εἰς θάνατον. καὶ ἡ πληγὴ τοῦ θανάτου αὐτοῦ ἐθεραπεύθη, καὶ ἐθαύμασεν ὅλη ἡ γῆ ὀπίσω τοῦ θηρίου. 

4 καὶ προσεκύνησαν τῷ δράκοντι τῷ δεδωκότι τὴν ἐξουσίαν τῷ θηρίῳ, καὶ προσεκύνησαν τῷ θηρίῳ λέγοντες· Τίς ὅμοιος τῷ θηρίῳ; τίς δύναται πολεμῆσαι μετ' αὐτοῦ; 

5 καὶ ἐδόθη αὐτῷ στόμα λαλοῦν μεγάλα καὶ βλασφημίαν· καὶ ἐδόθη αὐτῷ ἐξουσία πόλεμον ποιῆσαι μῆνας τεσσαράκοντα δύο. 

6 καὶ ἤνοιξε τὸ στόμα αὐτοῦ εἰς βλασφημίαν πρὸς τὸν Θεόν, βλασφημῆσαι τὸ ὄνομα αὐτοῦ καὶ τὴν σκηνὴν αὐτοῦ, τοὺς ἐν τῷ οὐρανῷ σκηνοῦντας. 

7 καὶ ἐδόθη αὐτῷ πόλεμον ποιῆσαι μετὰ τῶν ἁγίων καὶ νικῆσαι αὐτούς, καὶ ἐδόθη αὐτῷ ἐξουσία ἐπὶ πᾶσαν φυλὴν καὶ λαὸν καὶ γλῶσσαν καὶ ἔθνος. 

8 καὶ προσκυνήσουσιν αὐτὸν πάντες οἱ κατοικοῦντες ἐπὶ τῆς γῆς, ὧν οὐ γέγραπται τὸ ὄνομα ἐν τῷ βιβλίῳ τῆς ζωῆς τοῦ ἀρνίου τοῦ ἐσφαγμένου ἀπὸ καταβολῆς κόσμου. 

9 Εἴ τις ἔχει οὖς, ἀκουσάτω. 

10 εἴ τις εἰς αἰχμαλωσίαν ἀπάγει, εἰς αἰχμαλωσίαν ὑπάγει· εἴ τις ἐν μαχαίρᾳ ἀποκτέννει, δεῖ αὐτὸν ἐν μαχαίρᾳ ἀποκτανθῆναι. Ὧδέ ἐστιν ἡ ὑπομονὴ καὶ ἡ πίστις τῶν ἁγίων. 

11 Καὶ εἶδον ἄλλο θηρίον ἀναβαῖνον ἐκ τῆς γῆς, καὶ εἶχε κέρατα δύο ὅμοια ἀρνίῳ, καὶ ἐλάλει ὡς δράκων. 

12 καὶ τὴν ἐξουσίαν τοῦ πρώτου θηρίου πᾶσαν ποιεῖ ἐνώπιον αὐτοῦ. καὶ ποιεῖ τὴν γῆν καὶ τοὺς ἐν αὐτῇ κατοικοῦντας ἵνα προσκυνήσωσι τὸ θηρίον τὸ πρῶτον, οὗ ἐθεραπεύθη ἡ πληγὴ τοῦ θανάτου αὐτοῦ. 

13 καὶ ποιεῖ σημεῖα μεγάλα, καὶ πῦρ ἵνα ἐκ τοῦ οὐρανοῦ καταβαίνῃ εἰς τὴν γῆν ἐνώπιον τῶν ἀνθρώπων. 

14 καὶ πλανᾷ τοὺς κατοικοῦντας ἐπὶ τῆς γῆς διὰ τὰ σημεῖα ἃ ἐδόθη αὐτῷ ποιῆσαι ἐνώπιον τοῦ θηρίου, λέγων τοῖς κατοικοῦσιν ἐπὶ τῆς γῆς ποιῆσαι εἰκόνα τῷ θηρίῳ, ὃς εἶχε τὴν πληγὴν τῆς μαχαίρας καὶ ἔζησε. 

15 καὶ ἐδόθη αὐτῷ πνεῦμα δοῦναι τῇ εἰκόνι τοῦ θηρίου, ἵνα καὶ λαλήσῃ ἡ εἰκὼν τοῦ θηρίου καὶ ποιήσῃ, ὅσοι ἐὰν μὴ προσκυνήσωσι τῇ εἰκόνι τοῦ θηρίου, ἵνα ἀποκτανθῶσι. 

 16 καὶ ποιεῖ πάντας τοὺς μικροὺς καὶ τοὺς μεγάλους, καὶ τοὺς πλουσίους καὶ τοὺς πτωχούς, καὶ τοὺς ἐλευθέρους καὶ τοὺς δούλους, ἵνα δώσουσιν αὐτοῖς χάραγμα ἐπὶ τῆς χειρὸς αὐτῶν τῆς δεξιᾶς ἢ ἐπὶ τῶν μετώπων αὐτῶν, 

 17 καὶ ἵνα μή τις δύνηται ἀγοράσαι ἢ πωλῆσαι εἰ μὴ ὁ ἔχων τὸ χάραγμα, τὸ ὄνομα τοῦ θηρίου ἢ τὸν ἀριθμὸν τοῦ ὀνόματος αὐτοῦ. 

18 Ὧδε ἡ σοφία ἐστίν· ὁ ἔχων νοῦν ψηφισάτω τὸν ἀριθμὸν τοῦ θηρίου· ἀριθμὸς γὰρ ἀνθρώπου ἐστί· καὶ ὁ ἀριθμὸς αὐτοῦ χξς'.

 

Ἅγιος Ἀπόστολος & Εὐαγγελιστὴς Ἰωάννης ὁ Θεολόγος 

Πηγή: Καινὴ Διαθήκη, σελ. 1010-1013 & myriobiblos.gr 

Κυριακή 26 Σεπτεμβρίου 2021

Εὐαγγέλιον τῆς Μεταστάσεως τοῦ Ἁγίου Ἰωάννου τοῦ Θεολόγου

 



Κατὰ Ἰωάννην, ιθ΄25-27, κα΄24-25.

 ιθ΄ 25 Οἱ μὲν οὖν στρατιῶται ταῦτα ἐποίησαν. εἱστήκεισαν δὲ παρὰ τῷ σταυρῷ τοῦ Ἰησοῦ ἡ μήτηρ αὐτοῦ καὶ ἡ ἀδελφὴ τῆς μητρὸς αὐτοῦ, Μαρία ἡ τοῦ Κλωπᾶ καὶ Μαρία ἡ Μαγδαληνή. 

26 Ἰησοῦς οὖν ἰδὼν τὴν μητέρα καὶ τὸν μαθητὴν παρεστῶτα ὃν ἠγάπα, λέγει τῇ μητρί αὐτοῦ· Γύναι, ἴδε ὁ υἱός σου, 

27 εἶτα λέγει τῷ μαθητῇ· Ἰδοὺ ἡ μήτηρ σου. καὶ ἀπ' ἐκείνης τῆς ὥρας ἔλαβεν ὁ μαθητὴς αὐτὴν εἰς τὰ ἴδια.

κα΄ 24 Οὗτός ἐστιν ὁ μαθητὴς ὁ μαρτυρῶν περὶ τούτων καὶ γράψας ταῦτα, καὶ οἴδαμεν ὅτι ἀληθὴς ἐστιν ἡ μαρτυρία αὐτοῦ. 

25 ἔστι δὲ καὶ ἄλλα πολλὰ ὅσα ἐποίησεν ὁ Ἰησοῦς, ἅτινα ἐὰν γράφηται καθ' ἕν, οὐδὲ αὐτὸν οἶμαι τὸν κόσμον χωρῆσαι τὰ γραφόμενα βιβλία. Ἀμήν.

 Ἅγιος Ἀπόστολος & Εὐαγγελιστὴς Ἰωάννης ὁ Θεολόγος 

 

Πηγή: Καινὴ Διαθήκη, σελ. : 465, 474 & myriobiblos.gr


Λόγος εἰς τὸν ἅγιον Ἰωάννην τὸν Θεολόγον - Ἅγιος Ἰωάννης Χρυσόστομος

 


αʹ. Ἰωάννης ἐν Ἐφέσῳ τῆς Ἀσίας, Ἰωάννης τῆς Ἀσίας τὸ καύχημα, μᾶλλον δὲ τῆς οἰκουμένης ὁ στῦλος, Ἰωάννης ὁ ἀγαπητὸς τοῦ Χριστοῦ μαθητὴς, καὶ τοῦ Θεοῦ Λόγου σάλπιγξ, τῶν Ἐφεσίων τὸ κλέος, καὶ τῶν περάτων ὁ κήρυξ, ἡ κιθάρα τῆς θεολογίας, Θεολόγος ἀξίως καλούμενος· τὸ Χερουβικὸν στόμα, καὶ τὸ Σεραφικὸν μυσταγώγημα, ἢ καὶ ὑπὲρ ταῦτα εἰπεῖν οὐ παραιτήσομαι. Ὃν γὰρ αἱ ἄνω δυνάμεις ἀγγέλων τρόμῳ δοξάζουσιν, Ἰωάννης μεγάλῃ τῇ φωνῇ παῤῥησίᾳ ἐκήρυξεν· Ἐν ἀρχῇ ἦν ὁ Λόγος.

Μακαρία εἶ, πόλις Ἐφεσίων, ὅτι ἐν σοὶ πρῶτον ἤχησεν ἡ τοιαύτη θεόλεκτος βροντή· μακαρία εἶ, πόλις Ἐφεσίων, ὅτι ἐν σοὶ συνετάγη τὸ τοιοῦτον γραμματεῖον· μακαρία εἶ, ὅτι ἐν σοὶ ὁ τοιοῦτος Ἰωάννης. Καὶ ἄλλοι μὲν γὰρ Ἰωάνναι ἐν ὅλῃ τῇ οἰκουμένῃ καὶ ἐν σοὶ, ἀλλ\’ οὐδεὶς τοιοῦτος Ἰωάννης, οὔτε ἐν σοὶ, οὔτ\’ ἐν ὅλῃ τῇ οἰκουμένῃ. Ὅθεν ὁ ἐπιστάμενος τὸν νοῦν τῶν ἀνθρώπων, καὶ γινώσκων τὰ κρύφια τῆς καρδίας, εὑρὼν αὐτὸν τοιοῦτον, ἅγιον καὶ ἀμίαντον, ὑψηλὸν τὸν βίον, καθαρὸν τῇ καρδίᾳ, κεκοσμημένον τῇ ἀγνείᾳ, τετελειωμένον ἐν ἀγάπῃ. τοῦτον ὡς πιστὸν ἐν πᾶσι πιστεύειν τὴν ἰδίαν μητέρα παραδοὺς, τὴν ἀμίαντον περιστερὰν, τὴν ἄσπιλον ἀμνάδα, τὴν ἀκηλίδωτον δάμαλιν, τὴν ἀσύγκριτον ἐν ἀνθρώποις, τὴν πάντων τῶν ποιημάτων Θεοῦ ἀνωτέραν· ὅπερ οὐδεὶς ἄλλος τῶν ἁγίων πεπίστευται.

Μακαρία εἶ, πόλις Ἐφεσίων, ὅτι τοιούτου σε ἀνδρὸς πόδες πάτησαν, οὗ τὴν καθαρὰν διαγωγὴν καὶ τὰ ἴχνη ἄγγελοι ἐθαύμασαν· μακαρία εἶ, πόλις Ἐφεσίων, ὅτι πρώτη πάσης πόλεως ὑψηλοτέρα ἀνεδείχθης, διὰ Ἰωάννην τὸν ἠγαπημένον· μακαρία εἶ, ὅτι πᾶσαι τῆς οἰκουμένης αἱ Ἐκκλησίαι σου μαθήτριαι τυγχάνουσι, παρὰ σοῦ διδαχθεῖσαι θεολογεῖν, Ἐν ἀρχῇ ἦν ὁ Λόγος. Ὥσπερ γὰρ ἐὰν ᾖ λύχνος ἔν τινι τόπῳ καιόμενος, καὶ πανταχόθεν πολλοὶ προστρέχοντες, ἐκεῖθεν ἕκαστος ἀνάψας θαῤῥῶν λοιπὸν πορεύεται, μηδαμῶς προσκόπτων, μηδὲ πλανώμενος· οὕτω καὶ ἐν Ἐφέσῳ γέγονε. Πρώτη ἀνάψασα τὸν τῆς θεολογίας λύχνον, πᾶσαι τῶν περάτων αἱ Ἐκκλησίαι πρὸς σὲ δραμοῦσαι, ἑκάστη τὴν ἑαυτῆς λαμπάδα τὴν θεολογίαν ἀνῆψε, καὶ ὑπέστρεψε χαίρουσα. Ἐν ἀρχῇ ἦν ὁ Λόγος. Καὶ ἐν Ἐφέσῳ τοῦ ἰδίου φωτὸς τῆς θεολογίας οὐκ ἠλαττώθη, καὶ ἡ οἰκουμένη τὰ ἴσα φῶτα κατέχουσα κηρύττει τὸ, Ἐν ἀρχῇ ἦν ὁ Λόγος.

Ἀναγκαῖόν τε καὶ τοὺς ἀγῶνας αὐτοῦ εἰς μέσον ἀγαγεῖν, ὅσον ἡμῖν δυνατὸν, ἐκ τῶν πολλῶν ὀλίγα· πάντα γὰρ αὐτοῦ τὰ κατορθώματα οὐκ ἐξαρκέσαι πᾶς ὁ καιρὸς πρὸς διήγησιν. Τὰ μὲν γὰρ πλεῖστα ἠκούσαμεν ἐκ τῆς βίβλου τῶν Πράξεων, ὅσα συνὼν τοῖς ἀποστόλοις καλῶς ἠγωνίσατο. Ὕστερον ἐξόριστος ὑπὸ Δομετιανοῦ τοῦ τῶν Ῥωμαίων βασιλέως εἰς τὴν νῆσον τὴν καλουμένην Πάτμον γίνεται διὰ τὸν λόγον τοῦ Θεοῦ καὶ τὸ κήρυγμα τῆς εὐσεβείας, καὶ Ἐκκλησίαν συγγράφει, ἣν ἔδειξεν αὐτῷ ὁ Θεὸς, καὶ Ἀποκάλυψιν μυστηρίων ἀῤῥήτων καὶ φοβερῶν, ἔπειτα καὶ τὰς ἁγίας αὐτοῦ τρεῖς Ἐπιστολάς.

Σκόπει δὲ τὴν ἄφατον τοῦ Θεοῦ ἀγαθότητα, πανταχοῦ συγξενιτεύοντος τοῖς ἀγαπῶσιν αὐτόν· κἂν ἐν φυλακῇ κατέχωνται, κἂν ἐν ἐξορίαις τυγχάνωσιν, εἴτε ἐν βυθῷ θαλάσσης, εἴτε ἐν λάκκῳ κατακλεισθῶσιν, κἂν ὅπου δ\’ ἂν παραῤῥιφῶσιν, οὐ χωρίζεται τούτων, συμμαχῶν καὶ ἐνισχύων, καὶ τῶν πόνων ἐπικουφίζων. Εἶτα ἐπανελθὼν τῆς ἐξορίας, καταλαμβάνει τὴν Ἔφεσον, κἀκεῖσε διατρίβων συντάττει τὸ Εὐαγγέλιον ὢν ἐτῶν ἑκατὸν, διαρκέσας ἕως ὅλων ἑκατὸν εἴκοσιν. Ἐκεῖσε διάγων συγγράφεται τὴν θεολογίαν, μᾶλλον δὲ ἐν οὐρανοῖς, ὅθεν αὐτὴν ἐκομίσατο· τῶν γὰρ τοιούτων ἐν οὐρανοῖς διάγει τὸ πολίτευμα. Ἐν Ἐφέσῳ διάγων, ἐν σαρκὶ, εἰς τὰ πέρατα τῆς οἰκουμένης τῆς θεολογίας τὴν σαγήνην ἐξήπλωσε λέγων, Ἐν ἀρχῇ ἦν ὁ Λόγος. Ὡς ἀληθῶς Μέγας ὁ Κύριος ἡμῶν, καὶ μεγάλη ἡ ἰσχὺς αὐτοῦ, καὶ τῆς συνέσεως αὐτοῦ οὐκ ἔστιν ἀριθμός· ὁ εἰπὼν πρὸς αὐτοὺς, Ἐγὼ δώσω ὑμῖν στόμα καὶ σοφίαν. Πόσοι βασιλεῖς καὶ δυνάσται καὶ σοφοὶ ἐφώνησαν πολλάκις ἐν δυνάμει μεγάλῃ, ἀλλ\’ ἡ φωνὴ αὐτῶν οὐδ\’ ἕως τῶν τειχέων τῆς πόλεως ἔφθασε; καὶ ὁ πένης ὁ ἁλιεὺς ἐν Ἐφέσῳ ἐφθέγξατο· Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ πᾶσαν τὴν γῆν ἡ φωνὴ ἐκάλυψεν. Εἶδες στόμα πάσης φωνῆς ὑψηλότερον; εἶδες γλῶσσαν ἀστραπῆς ὀξυτέραν; εἶδες φωνὴν πάσης βροντῆς τρανοτέραν; εἶδες δύναμιν τοιαύτην; διδάσκαλον ἀπὸ τῆς Ἐφέσου πάντα τὰ ἔθνη μαθητεύοντα, καὶ θεολογεῖν διδάσκοντα· Ἐν ἀρχῇ ἦν ὁ Λόγος. Αὕτη ἡ φωνὴ τὴν οἰκουμένην ἡλίευσε, καὶ σαλευομένην ἐστήριξεν· αὕτη ἡ φωνὴ τὸν κόσμον ἐφώτισε, καὶ κατὰ τοῦ ἀντιπάλου ἐνίσχυσεν· αὕτη ἡ φωνὴ τῶν πολλῶν ἀνάστασις καὶ σωτηρίας πρόξενος τινῶν δὲ πτῶσις καὶ καθαίρεσις διὰ τὸ ἀντιλεγόμενον σημεῖον· τῶν μὲν πιστευόντων, ὅτι ἐν ἀρχῇ ἦν, ἀνάστασις· τῶν δὲ λεγόντων, ὅτι ἐξ οὐκ ὄντων ἐγένετο, πτῶσις καὶ σιωπή. Πολὺ γὰρ πλῆθος τῶν αἱρετικῶν τότε ἐπαναστάντες ἐσάλευον τὴν Ἐκκλησίαν, ἀδικίαν εἰς τὸ ὕψος λαλοῦντες, καὶ λέγοντες, ὅτι ἦν ποτε, ὅτε οὐκ ἦν, καὶ πρὶν γενέσθαι οὐκ ἦν, καὶ ὅτι ἐξ οὐκ ὄντων ἐγένετο. Ὦ στόματα μιαρὰ, καὶ γλῶσσαι ἐβδελυγμέναι, καὶ χείλη ἰοῦ ἀσπίδων πεπληρωμένα!

Τί ταύτης τῆς βλασφημίας χεῖρον; τί ταύτης τῆς ἀθεΐας ἀτιμότερον; Ὅθεν ὁ ἀπόστολος Ἰωάννης μηκέτι φέρων ἀκούειν τὰς τούτων μιαρὰς φωνὰς, συντάττει τὸ Εὐαγγέλιον, παρακαταθεὶς τῇ Ἐκκλησίᾳ μέγαν θησαυρὸν, τὸν τέταρτον ποταμὸν, τὸν πολύτιμον μαργαρίτην. Ἐπανελθὼν γὰρ, ὡς προείρηται, ἀπὸ τῆς ἐξορίας εἰς Ἔφεσον, καὶ κατανοήσας λοιπὸν, ὅτι τῶν λοιπῶν εὐαγγελιστῶν αἱ βίβλοι κατηρτίσθησαν, καὶ πᾶσα σχεδὸν θεόπνευστος Γραφὴ πρὸς οἰκοδομὴν τῆς Ἐκκλησίας, λείπει δὲ ὁ τέταρτος τῆς οἰκουμένης θεμέλιος, καὶ ὅτι τούτου ἐκτὸς τὴν οἰκουμένην σταθῆναι οὐκ ἔνι ἐλογίζετο ἐν ἑαυτῷ λέγων. Τί ἀναβάλλομαι; τί, φησὶ, μακροθυμῶ ἔτι; τί οὐ προσφέρω εἰς μέσον τὸ ἀπὸ τῶν αἰώνων κεκρυμμένον μυστήριον; τί ἀποκρύβω ἑαυτῷ τὴν ἀπὸ τῶν αἰώνων σοφίαν, ἣν ἐκ τῆς ἀθανάτου πηγῆς ἐπιπεσὼν εἵλκυσα; τί οὐ δημοσιεύω, ὃν ἄγγελοι ἀγνοοῦσι; τί οὐκ ἀποκαλύπτω τοῖς πέρασιν, ὃν οὐδεὶς ἐπιγινώσκει, εἰ μὴ ὁ Πατήρ; τί οὐ γράφω, ὅπερ Ματθαῖος καὶ Μάρκος καὶ Λουκᾶς δι’ ἐπαινουμένην δειλίαν παρασιωπήσαντες παρέδραμον, τελέσαντες τὰ προστεταγμένα αὐτοῖς; Ὅθεν λαλήσω κἀγὼ κατὰ τὴν δοθεῖσάν μοι δωρεὰν ἄνωθεν. Ματθαῖος μὲν ὅσον ἐχώρει, ἔγραψε κατὰ τὴν ἰδίαν δύναμιν, Μάρκος δὲ καὶ Λουκᾶς ὁμοίως κατὰ τὴν τοῦ ἁγίου Πνεύματος χορηγίαν τὰς ἑαυτῶν βίβλους θεοπρεπῶς ἐδογμάτισαν.

Γράψω κἀγὼ καὶ προσθήσω τοῖς ἔμπροσθεν τὴν τετάρτην πηγὴν τῆς ζωῆς. Λείπει γὰρ εἰς θεοσύστατον φωνὴν ὁ περὶ θεολογίας λόγος, καὶ κινδυνεύει ὁ κόσμος ἐν τῷ μέρει τούτῳ. Γράψω βίβλον, δι\’ ἧς ἐμφραγῇ πᾶν στόμα λαλοῦν κατὰ Θεοῦ ἀδικίαν· γράψω βίβλον τὴν καλύπτουσαν πᾶσαν ἐν κόσμῳ σοφίαν· γράψω βίβλον, οὐ περὶ ἀνθρώπου διηγουμένην. Οὐ γὰρ λείπει τῇ Ἐκκλησίᾳ, ἃ περὶ τούτων ἔγραψε Μωϋσῆς περὶ οὐρανοῦ τε καὶ γῆς καὶ θαλασσῶν καὶ ἰχθύων καὶ πετεινῶν καὶ τετραπόδων, καὶ ἑρπετῶν καὶ φυτῶν καὶ σπερμάτων καὶ φωστήρων καὶ βρωμάτων καὶ λοιπῆς κτίσεως· ἐγὼ δὲ πάντα τὰ ἀπὸ χρόνου καὶ ἐν χρόνῳ γινόμενα καταλείψας, λαλήσω περὶ τοῦ ἀχρόνου καὶ ἀκτίστου τοῦ πρὸ πάντων τῶν αἰώνων ἐκ τοῦ Πατρὸς ἀῤῥήτως γεννηθέντος Θεοῦ Λόγου, περὶ οὗ Μωϋσῆς οὗτος εἰπεῖν οὐκ ἴσχυσεν· ἐγὼ δὲ Πάντα ἰσχύω ἐν τῷ ἐνδυναμοῦντί με Χριστῷ. Ταῦτα ἐν ἑαυτῷ σκεπτόμενος ὁ ἀπόστολος Ἰωάννης, καὶ τὸν γραφικὸν κάλαμον ἐν τῇ χειρὶ κατέχων, καὶ ἐννοῶν πῶς τῆς θεολογίας ἄρξηται, χαίρων μὲν τῇ ψυχῇ, τρέμων δὲ τῇ χειρὶ μετάρσιος γίνεται, καὶ τῷ σώματι ἐν Ἐφέσῳ ὢν τῇ καθαρᾷ καρδίᾳ τῷ πνεύματι μετέωρος ὑπῆρχε. Καταλείψας οὖν πᾶσαν τὴν γῆν, διεπέρασε τὸν ἐν μέσῳ κεχυμένον ἀέρα, παρέδραμε τὰς τῶν ἀστέρων διακοσμήσεις, παρῆλθε τὰς στρατιὰς τῶν ἀγγέλων, τὰς τῶν ἀρχαγγέλων χοροστασίας, καὶ πάσας τὰς νοερὰς δυνάμεις, Χερουβὶμ καὶ Σεραφὶμ τάγματα, καὶ πάντα, ὅσα ἐξ οὐκ ὄντων παρήχθη, κατέλιπε, καὶ ὑπερέβη πάντας τοὺς οὐρανοὺς, καὶ ὅσα οὐκ ἦν παρέδραμε. Προσήγγισε τοὺς ὅρους τῶν ἀνεφίκτων, καὶ οὐδεὶς ὁ κωλύων ἢ ἐμποδίζων τὴν τούτου ἄνοδον. Πᾶς γὰρ ἄσπιλος τῷ σώματι, καθαρὸς δὲ τῇ καρδίᾳ, καὶ τὴν ψυχὴν ἄκακος, καὶ ταπεινὸς τῷ πνεύματι, οὔτε ὑπὸ τῶν ἀερικῶν πνευμάτων ἐμποδίζεται, οὔτε ὑπὸ τῶν οὐρανίων δυνάμεων κωλύεται ἀνελθεῖν εἰς τὴν ἄνω Ἱερουσαλὴμ, ἔνθα πάντες οἱ μακάριοι συνάγονται, ὥσπερ οὗτος ὁ μακάριος ἀπόστολος ὁ μικρότερος Ἰωάννης, καὶ μείζων τοῦ μεγάλου ἁγίου Ἰωάννου.

Διὰ πάντων οὖν παρῆλθε, καὶ οὐδεὶς ὁ ἀντιβαίνων. Ἄγγελοι γὰρ ὁρῶντες ἀπὸ γῆς ἄνθρωπον ἀγγέλων ἐνδοξότερον, μηδὲν ἔχοντες εἰπεῖν, ἐσιώπων· οἱ τῶν ἀγγέλων δὲ χοροὶ ἄλλον ἀπὸ γῆς ἄγγελον λαμπρὸν τῇ παρθενίᾳ, πλήρη ἁγιασμοῦ, καθαρὸν τῇ καρδίᾳ, ἐμπεπλησμένον εὐωδίας κατασχεῖν οὐκ ἐτόλμησαν. Αἱ πύλαι τῶν οὐρανῶν πάλιν ἰδοῦσαι ξένον πρόσωπον δεδοξασμένον, ὑπὲρ τὸν ἥλιον θείας ἀκτῖνας ἀποστίλβοντα, καὶ ὑπονοοῦσαι τοῦτον εἶναι, ὃν ἠγάπα ὁ Ἰησοῦς, τὸν ἐν τῷ στήθει αὐτοῦ ἐν πολλῇ καθαρόθητι ἀναπεσόντα, ὅθεν καὶ ἡ τοιαύτη αὐτῷ δόξα περικέχυται, σπουδαίως ἀνεῳχθεῖσαι τὴν εἴσοδον παρεχώρουν. Εἶτα ἐπλησίασε λείπων τὰ ἀνεπίβατα· ἔφθασεν εἰς τὸν ἄνω βυθόν. Τί οὖν ἐροῦμεν πρὸς ταῦτα; Ἀληθὴς ἡ θεία φωνὴ διὰ τοῦ προφήτου λέγουσα, Ἀλλ\’ ἢ τοὺς δοξάζοντάς με δοξάσω· καθὼς περὶ τούτου καὶ ὁ θεοπάτωρ Δαυῒδ προεφήτευσεν, ὅτι Τοῦ Θεοῦ οἱ κραταιοὶ τῆς γῆς σφόδρα ἐπήρθησαν· καὶ πάλιν, Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος πάντα τὰ θελήματα αὐτοῦ ἐν αὐτοῖς. Τί γὰρ μεῖζον τούτου τοῦ θαύματος, εἰς τοσοῦτον ὕψος ἀφικέσθαι ἄνθρωπον χοϊκόν; Ἐν πολλῇ παῤῥησίᾳ, καὶ ὅσα δυνατόν ἐστι θεαθῆναι, ἐθεάσατο, καὶ εἰς τὰ ἐπέκεινα αὐτὸν φιλονεικεῖν βουλόμενον, Ὃν εἶδεν οὐδεὶς ἀνθρώπων, οὐδὲ ἰδεῖν δύναται, καθὼς γράφει Παῦλος ὁ ἀπόστολος· καθὼς καὶ αὐτὸς Ἰωάννης τὰ ὅμοια, ὅτι Θεὸν οὐδεὶς ἑώρακε πώποτε. Τί οὖν ἐροῦμεν πρὸς ταῦτα; Ὅτι Παῦλος μὲν καλῶς ἔγραψε λέγων· Ὃν εἶδεν οὐδεὶς ἀνθρώπων, οὐδὲ ἰδεῖν δύναται. Ἐνταῦθα γὰρ οὐκ ἔστι, τὰ κατὰ ἀνθρώπους, οὔτε τὰ κατὰ φύσιν, ἀλλὰ τὰ ὑπὲρ φύσιν· οὔτε τῆς δουλείας, ἀλλὰ τῆς υἱοθεσίας καὶ φιλίας (Ὑμεῖς γὰρ φίλοι μου ἐστὲ, οὐκέτι καλέσω ὑμᾶς δούλους)· οὔτε μὴ καθαρὰ, ἀλλὰ καθαρὰ καὶ λαλούμενα, καθὼς πρὸς αὐτοὺς ἡ θεία φωνὴ λέγει, ὅτι Ὑμεῖς καθαροί ἐστε· οἱ δὲ καθαροὶ τῇ καρδίᾳ τὸν Θεὸν ὄψονται.

Ταῦτα τοίνυν τὰ μέγιστα καὶ θεῖα χαρίσματα ἐπιφερόμενος ὁ Ἰωάννης, καὶ τεθαῤῥηκὼς ἐπὶ τὰ ὑψηλὰ ἐπιβὰς, ἔφθασεν εἰς τὸ ἀπέραντον πέλαγος, καὶ τοῖς ἀμιάντοις αὐτοῦ τῆς καρδίας ὀφθαλμοῖς θεασάμενος ἐν τοῖς κόλποις τοῦ ἀνάρχου Πατρὸς τὸν συνάναρχον Λόγον, τὸν πρὸ πάντων αἰώνων ἐκ τοῦ Πατρὸς ἀῤῥήτως γεννηθέντα, καὶ μηκέτι τὴν ἀνεκλάλητον ἐκείνην χαρὰν ἐν ἑαυτῷ κατέχειν ἐνισχύων τὸ ἅγιον καὶ σεραφικὸν αὐτοῦ στόμα, καὶ μεγάλῃ τῇ φωνῇ ἀνέκραξε λέγων· Ἐν ἀρχῇ ἦν ὁ Λόγος. Βλέπε μοι σύνεσιν ἁλιέως, σκόπησον σοφίαν ἀνδρὸς ἀγραμματίστου. Εἶδές μοι ὕψος διδασκάλου ἀδιήγητον, ἐν Ἐφέσῳ καθεζόμενον, καὶ τὰ ὑπεράνω τῶν οὐρανῶν θεώμενον; Τῷ πνεύματι εἰς τὸν ἄνω βυθὸν ἀπεδήμησε, καὶ ἐκ τοῦ πατρικοῦ κόλπου τὴν θεολογίαν ἁλιεύσας τῷ σώματι κάτω ἔγραφεν· Ἐν ἀρχῇ ἦν ὁ Λόγος. Ἀκούσατε, οἱ πιστοὶ, καὶ στηρίχθητε, Ἐν ἀρχῇ ἦν ὁ Λόγος· ἀκούσατε, οἱ γλωσσαλγοῦντες ἀντίλογοι, καὶ αἰσχύνθητε, Ἐν ἀρχῇ ἦν ὁ Λόγος. Μηκέτι παῤῥησιάζεσθε βλάσφημοι, μηκέτι πολεμεῖτε τὴν Ἐκκλησίαν ἀντίχριστοι· μηκέτι παρανομεῖτε, μηκέτι ὑψοῦτε κέρας, Μὴ ἐπαίρετε εἰς ὕψος τὸ κέρας ὑμῶν, καὶ μὴ λαλεῖτε κατὰ τοῦ Θεοῦ ἀδικίαν, λέγοντες, ὅτι Ἦν πότε, ὅτε οὐκ ἦν, καὶ πρὶν γενέσθαι οὐκ ἦν, καὶ ὅτι ἐξ οὐκ ὄντων ἐγένετο. Παῦσον τὴν γλῶσσάν σου ἀπὸ κακοῦ, καὶ χείλη σου τοῦ μὴ λαλῆσαι δόλον. Αὐτὸς γὰρ ἦν καὶ προῆν, καὶ ἀεὶ ἦν, οὔτε ἀρξάμενος, οὔτε παυσάμενος τοῦ εἶναι, οὔτε ἐν χρόνῳ ὁ ἄχρονος, οὔτε κτίσμα, ἢ ποίημα· αὐτὸς γὰρ ποιητὴς καὶ δημιουργὸς τῶν ἁπάντων, ὁρατῶν τε καὶ ἀοράτων. Πάντα γὰρ δι\’ αὐτοῦ ἐγένετο. Ἀληθῶς καὶ νῦν εἰπεῖν καιρὸς ἐκεῖνο τὸ προφητικὸν λόγιον, Οὗτος ὁ Θεὸς ἡμῶν· οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν.

Ἐξεῦρε πᾶσαν ὁδὸν ἐπιστήμης, καὶ ἔδωκεν αὐτὴν Ἰωάννῃ τῷ ἠγαπημένῳ ὑπ\’ αὐτοῦ. Θέασαί μοι γὰρ διὰ μιᾶς φωνῆς πῶς Τὴν οἰκουμένην πᾶσαν ἐκατόρθωσεν, ἥτις οὐ σαλευθήσεται· βλέπε μοι ἕνα ἄνθρωπον ἐν Ἐφέσῳ καθεζόμενον, καὶ τὸν κόσμον ὅλον θεολογίαν διδάξαντα· κατανόησον, πόσαι κατὰ ἀνατολὴν πολιτεῖαι, πόσαι χῶραι, πόσαι Ἐκκλησίαι, πόσαι πάλιν ἐπὶ δυσμὰς ἡλίου, καὶ τὴν μεγάλην Ῥώμην ὁμοίως, καὶ ἐπὶ τὰ πλευρὰ, καὶ ἐπὶ τὰ μέρη τοῦ νότου, τήν τε Καππαδόκων χώραν, καὶ τὰ ἐν μέσῳ πάντα, νήσους, ἐρήμους, καὶ τὰ ἄκρα τῆς γῆς. Ἐννόησον πάλιν τῶν Ἐκκλησιῶν τὰ πλήθη, τὸν κλῆρον, καὶ τὰ πλήθη τοῦ λαοῦ, ἀνδρῶν τε καὶ γυναικῶν, εἰ δύνασαι ἐξαριθμῆσαι τούτους.

Ἀλλ\’ εὐκοπώτερον ἄμμον θαλάσσης ἐξαριθμῆσαι ἢ τοσαῦτα πλήθη. Καὶ οὗτοι πάντες μαθηταὶ Ἰωάννου, παρ\’ αὐτοῦ διδαχθέντες θεολογεῖν, Ἐν ἀρχῇ ἦν ὁ Λόγος· καὶ ἐπὶ τῆς ἀγορᾶς τοῦτο ψάλλουσιν, Ἐν ἀρχῇ ἦν ὁ Λόγος· καὶ ὁδοιπόροι, καὶ πελάγιοι καὶ πλωτῆρες τοῦτο μελῳδοῦσιν, Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ἐν ταῖς ἐρήμοις, καὶ ἐν τοῖς ὄρεσι καὶ ἰδιῶται καὶ σοφοὶ, καὶ μικροὶ καὶ μεγάλοι καὶ πᾶς ὅστις ἐννοεῖ, ταῦτα θεολογεῖ, Ἐν ἀρχῇ ἦν ὁ Λόγος· καὶ λοιπὸν ἐν τῷ πληθυνθῆναι πανταχοῦ κράζοντας ἀπαύστως τὸ Ἦν καὶ ἦν ἐξέλιπον οἱ λέγοντες τὸ Οὐκ ἦν. Οἱ θεολογοῦντες ἐπληθύνθησαν, καὶ οἱ ματαιολογοῦντες ἐξέλιπον· οἱ εὐσεβεῖς προέκοψαν, καὶ οἱ ἀσεβεῖς προσέκοψαν· οἱ πιστοὶ εὐφράνθησαν, καὶ οἱ ἄπιστοι ἐτάκησαν. Τόξον δυνατῶν ἠσθένησε, καὶ οἱ ἀσθενοῦντες περιεζώσαντο δύναμιν. Τὰ μωρὰ τοῦ κόσμου ἐξηλέγχθησαν, καὶ οἱ σοφοὶ τοῦ κόσμου κατηργήθησαν.

Ἀλλὰ μέχρι τίνος οὐ στήσω τὸν περὶ αὐτῶν λόγον; Καὶ γὰρ εἰ ἐπιμενῶ τοῦ λέγειν, οὐ μὴ φθάσω τὸ ὕψος διηγήσασθαι τῆς τούτων δόξης. Τὴν γὰρ δόξαν, ἣν ἔλαβε παρὰ τοῦ Πατρὸς ὁ διδάσκαλος, δέδωκεν αὐτοῖς. Καὶ τί λοιπὸν ἐπιμένω διήκων ἀνέφικτα; Καὶ γὰρ καὶ ἅπερ εἰπεῖν ἐτολμήσαμεν, οὐχ ὅσον ἄξιον τοῦ προκειμένου χοροῦ τῶν ἁγίων μαθητῶν, ἀλλ\’ ὅσον δυνατὸν τῇ ἡμετέρᾳ δυνάμει· τὸ γὰρ τούτους ἐπαξίως ἐγκωμιάσαι πᾶς ἄνθρωπος ἀπορεῖ. Ὅθεν κἀγὼ φόβῳ λαλῶ, ἃ λαλῶ περὶ τούτων, μή πως διὰ τὴν οἰκείαν ἀνικανίαν, καὶ τὸ σμικρὸν τοῦ λόγου καὶ πενιχρὸν, σμικρύνω τούτων τοὺς ἐπαίνους, καὶ ἀγανακτεῖν αὐτοὺς κατ\’ ἐμαυτοῦ παρασκευάσω. Πλὴν ὥσπερ εἰς πάντας συμπαθεῖς ὄντες, καὶ τανῦν συγγνώσονται τῇ ἡμετέρᾳ ἀσθενείᾳ. Εἰ γὰρ λοιδορούμενοι εὐλογοῦσι, διωκόμενοι ἀνέχονται, δυσφημούμενοι παρακαλοῦσι, πολλῷ μᾶλλον ἐγκωμιαζόμενοι κατὰ τὴν ἡμῶν δύναμιν οὐ μὴ ἀγανακτήσουσιν ἐπιστάμενοι τὸ ἀσθενὲς τῆς φύσεως, εἰ καὶ τὸ ὑπὲρ φύσιν νῦν εἰληφότες παρὰ τοῦ ἀγαπήσαντος Θεοῦ. Καὶ λοιπὸν οἱ ποτὲ πτωχοὶ γεγόνασι πλούσιοι, οἱ ἄδοξοι ἔνδοξοι, οἱ ἀγράμματοι σοφοὶ, οἱ τῶν ἰχθύων ἁλιεῖς, ἁλιεῖς ἀνθρώπων· καὶ οὕτω τὸν δρόμον τελέσαντες ἐξεδήμησαν πρὸς τὴν οὐκ ἔχουσαν τέλος ζωὴν, πρὸς τὸν ἑαυτῶν διδάσκαλον καὶ Κύριον Ἰησοῦν Χριστόν· αὐτῷ ἡ δόξα. Ἀμήν.

βʹ. Τοῖς αὐτῶν διαδόχοις παραδεδωκότες τὰς σαγήνας καὶ τὰ θήρατρα, τὴν δὲ ἐξουσίαν, ἣν εἰλήφασι παρὰ τοῦ πᾶσαν ἐξουσίαν ἔχοντος ἐν οὐρανῷ καὶ ἐπὶ γῆς. Ἰδοὺ γὰρ, φησὶ, δίδωμι ὑμῖν τὴν ἐξουσίαν τοῦ πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ, καὶ οὐδὲν ὑμᾶς οὐ μὴ ἀδικήσῃ.

Τούτων τοίνυν ὡς προείρηται τὴν ἐξουσίαν καὶ τὴν ἀρχοντίαν καὶ τὸν ζῆλον διαδέχονται οἱ τίμιοι διδάσκαλοι, οἱ ἱεράρχαι, καὶ ποιμένες τῆς τοῦ Χριστοῦ ποίμνης, κατ\’ ἴχνος τῶν ἀποστόλων βαδίζοντες, οἱ γενναῖοι τῆς Τριάδος ὑπέρμαχοι, οἱ τὸ χρῆμα τοῦ νόμου παραδραμόντες, καὶ τὸ ζωοποιὸν Πνεῦμα παραλαβόντες, οἱ δίκην ἀρότρου ἀνορύττοντες, καὶ βαθύνοντες, καὶ ἐρευνῶντες, καὶ τὸν νοῦν ἐν ταῖς θείαις Γραφαῖς πᾶσι τηλαυγῶς φανερώσαντες, οἱ τὴν πίστιν τρανώσαντες καὶ τὴν κακοπιστίαν ἀπελάσαντες, οἱ τοὺς ὀρθοδόξους τοῖς θείοις δόγμασι στηρίξαντες, καὶ τοὺς κακοδόξους τοῖς θείοις βέλεσι ῥήξαντες, οἱ τῆς κατανύξεως οἶνον κεκρυμμένον εὑρόντες, καὶ τὴν ποίμνην διψῶσαν ποτίσαντες, οἱ τὸν ποιμενικὸν αὐλὸν ἀναλαβόντες, καὶ τὰ θεῖα σαλπίσαντες· οἱ λειτουργοὶ καὶ φύλακες καὶ ἐργάται τοῦ ἀμπελῶνος, οἱ τῶν θείων δογμάτων ῥήτορες, καὶ ῥομφαῖαι κατὰ τῶν αἱρετικῶν, οἱ ὑπὸ τοῦ ἁγίου Πνεύματος τεθέντες ἐπίσκοποι, ὡς ἔφη ὁ ἅγιος Παῦλος· Ποιμάνατε τὴν Ἐκκλησίαν τοῦ Θεοῦ· οἱ τὰς ἐπερχομένας θλίψεις μὴ παραιτησάμενοι, καὶ τὸν ἐπηγγελμένον τῆς ζωῆς στέφανον κομισάμενοι· οἱ τὰς νεωτερικὰς ἐπιθυμίας ἀποφυγόντες, καὶ τὴν μακαρίαν ἐλπίδα κληρονομήσαντες· οἱ στρατηγοὶ τοῦ μεγάλου βασιλέως, οἱ ἐν τῷ λόγῳ τοῦ Θεοῦ πλούσιοι, καὶ πτωχοὶ τῷ πνεύματι· οἱ μιμηταὶ τῶν ἀποστόλων καὶ τύποι τῶν πιστῶν· οἱ τῶν πόλεων ἀγελάρχαι καὶ τῆς οἰκουμένης κήρυκες· οἱ τὰς ψυχὰς αὐτῶν ὑπὲρ τῆς ποίμνης θέντες, καὶ τὸ αἷμα αὐτῶν ὑπὲρ τῆς πίστεως ἐκχέαντες· οἱ τὸν παλαιὸν ἐκεῖνον Ἀβραὰμ μιμησάμενοι, καὶ ἐν τοῖς κόλποις αὐτοῦ ἀναπαυσάμενοι· τὸν αὐτὸν τρόπον καὶ οὗτοι ἐκδικηταὶ τοῦ Κυρίου, τὴν φάσιν δεξάμενοι περὶ τῶν δυσωνύμων καὶ κακοδόξων, οἳ τὰς θείας Γραφὰς στρεβλώσαντες καὶ τὴν ἀλήθειαν συγχέαντες, καὶ τῆς εὐθείας ὁδοῦ ἐκνεύσαντες ψυχὰς αἰχμαλωτεύουσιν, εἰς τὸ ἀΐδιον ἕλκοντες τῆς αἱρέσεως σκότος, συναθροισθέντες ἅμα πάντες ὁμοφρόνως οἱ πιστοὶ, Δαυϊδικὸν ζῆλον, δίκην λίθων τὰ θεῖα λόγια ἐκ τοῦ χειμάῤῥου, ἤγουν τοῦ Εὐαγγελίου, καὶ τὴν ἄῤῥηκτον πίστιν τῆς ἁγίας Τριάδος ἀναλαβόντες, παρετάξαντο πόλεμον κατὰ τῶν ἀναριθμήτων καὶ ἀθέων αἱρετικῶν, σύμψυχοι τὸ ἓν συμφωνοῦντες καὶ λέγοντες μετὰ τοῦ Ἀποστόλου, Εἷς Κύριος, μία πίστις, ἓν βάπτισμα, Εἷς Θεὸς καὶ Πατὴρ πάντων, ἓν Πνεῦμα ἅγιον, ὁ φωτισμὸς πάντων, μία θεότης, εἷς Θεός· αὐτῷ ἡ δόξα καὶ τὸ κράτος πάντοτε, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


Κυριακή 30 Μαΐου 2021

Εὐαγγέλιον τῆς Κυριακῆς τῆς Σαμαρείτιδος

 



Κατὰ Ἰωάννη δ΄ 5-42

5 ἔρχεται οὖν εἰς πόλιν τῆς Σαμαρείας λεγομένην Συχὰρ, πλησίον τοῦ χωρίου ὃ ἔδωκεν Ἰακὼβ Ἰωσὴφ τῷ υἱῷ αὐτοῦ. 

6 ἦν δὲ ἐκεῖ πηγὴ τοῦ Ἰακώβ. ὁ οὖν Ἰησοῦς κεκοπιακὼς ἐκ τῆς ὁδοιπορίας ἐκαθέζετο οὕτως ἐπὶ τῇ πηγῇ· ὥρα ἦν ὡσεὶ ἕκτη. 

7 ἔρχεται γυνὴ ἐκ τῆς Σαμαρείας ἀντλῆσαι ὕδωρ. λέγει αὐτῇ ὁ Ἰησοῦς· Δός μοι πεῖν. 

8 οἱ γὰρ μαθηταὶ αὐτοῦ ἀπεληλύθεισαν εἰς τὴν πόλιν, ἵνα τροφὰς ἀγοράσωσι. 

9 λέγει οὖν αὐτῷ ἡ γυνὴ ἡ Σαμαρεῖτις· Πῶς σὺ Ἰουδαῖος ὢν παρ' ἐμοῦ πεῖν αἰτεῖς, οὔσης γυναικὸς Σαμαρείτιδος ; οὐ γὰρ συγχρῶνται Ἰουδαῖοι Σαμαρείταις. 

10 ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῇ· Εἰ ᾔδεις τὴν δωρεὰν τοῦ Θεοῦ καὶ τίς ἐστιν ὁ λέγων σοι, δός μοι πεῖν, σὺ ἂν ᾔτησας αὐτὸν, καὶ ἔδωκεν ἄν σοι ὕδωρ ζῶν. 

11 λέγει αὐτῷ ἡ γυνή· Κύριε, οὔτε ἄντλημα ἔχεις, καὶ τὸ φρέαρ ἐστὶ βαθύ· πόθεν οὖν ἔχεις τὸ ὕδωρ τὸ ζῶν;

12 μὴ σὺ μείζων εἶ τοῦ πατρὸς ἡμῶν Ἰακώβ, ὃς ἔδωκεν ἡμῖν τὸ φρέαρ, καὶ αὐτὸς ἐξ αὐτοῦ ἔπιε καὶ οἱ υἱοὶ αὐτοῦ καὶ τὰ θρέμματα αὐτοῦ; 

13 ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῇ· Πᾶς ὁ πίνων ἐκ τοῦ ὕδατος τούτου διψήσει πάλιν· 

14 ὃς δ' ἂν πίῃ ἐκ τοῦ ὕδατος οὗ ἐγὼ δώσω αὐτῷ, οὐ μὴ διψήσει εἰς τὸν αἰῶνα, ἀλλὰ τὸ ὕδωρ ὃ δώσω αὐτῷ, γενήσεται ἐν αὐτῷ πηγὴ ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον. 

15 λέγει πρὸς αὐτὸν ἡ γυνή· Κύριε, δός μοι τοῦτο τὸ ὕδωρ, ἵνα μὴ διψῶ μηδὲ ἔρχομαι ἐνθάδε ἀντλεῖν. 

16 λέγει αὐτῇ ὁ Ἰησοῦς· Ὕπαγε φώνησον τὸν ἄνδρα σου καὶ ἐλθὲ ἐνθάδε. 

17 ἀπεκρίθη ἡ γυνὴ καὶ εἶπεν· Οὐκ ἔχω ἄνδρα. λέγει αὐτῇ ὁ Ἰησοῦς· Καλῶς εἶπας ὅτι ἄνδρα οὐκ ἔχω· 

18 πέντε γὰρ ἄνδρας ἔσχες, καὶ νῦν ὃν ἔχεις οὐκ ἔστι σου ἀνήρ· τοῦτο ἀληθὲς εἴρηκας. 

19 λέγει αὐτῷ ἡ γυνή· Κύριε, θεωρῶ ὅτι προφήτης εἶ σύ.

20 οἱ πατέρες ἡμῶν ἐν τῷ ὄρει τούτῳ προσεκύνησαν· καὶ ὑμεῖς λέγετε ὅτι ἐν Ἱεροσολύμοις ἐστὶν ὁ τόπος ὅπου δεῖ προσκυνεῖν. 

21 λέγει αὐτῇ ὁ Ἰησοῦς· Γύναι, πίστευσόν μοι ὅτι ἔρχεται ὥρα ὅτε οὔτε ἐν τῷ ὄρει τούτῳ οὔτε ἐν Ἱεροσολύμοις προσκυνήσετε τῷ πατρί. 

22 ὑμεῖς προσκυνεῖτε ὃ οὐκ οἴδατε, ἡμεῖς προσκυνοῦμεν ὃ οἴδαμεν· ὅτι ἡ σωτηρία ἐκ τῶν Ἰουδαίων ἐστίν.

23 ἀλλ' ἔρχεται ὥρα, καὶ νῦν ἐστιν, ὅτε οἱ ἀληθινοὶ προσκυνηταὶ προσκυνήσουσι τῷ πατρὶ ἐν πνεύματι καὶ ἀληθείᾳ· καὶ γὰρ ὁ πατὴρ τοιούτους ζητεῖ τοὺς προσκυνοῦντας αὐτόν.

24 πνεῦμα ὁ Θεός,  καὶ τοὺς προσκυνοῦντας αὐτὸν ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν. 

25 λέγει αὐτῷ ἡ γυνή· Οἶδα ὅτι Μεσσίας ἔρχεται ὁ λεγόμενος Χριστός· ὅταν ἔλθῃ ἐκεῖνος, ἀναγγελεῖ ἡμῖν πάντα. 

26 λέγει αὐτῇ ὁ Ἰησοῦς· Ἐγώ εἰμι, ὁ λαλῶν σοι.

27 καὶ ἐπὶ τούτῳ ἦλθαν οἱ μαθηταὶ αὐτοῦ, καὶ ἐθαύμασαν ὅτι μετὰ γυναικὸς ἐλάλει· οὐδεὶς μέντοι εἶπε, τί ζητεῖς ἤ τί λαλεῖς μετ' αὐτῆς; 

28 Ἀφῆκεν οὖν τὴν ὑδρίαν αὐτῆς ἡ γυνὴ καὶ ἀπῆλθεν εἰς τὴν πόλιν, καὶ λέγει τοῖς ἀνθρώποις· 

29 Δεῦτε ἴδετε ἄνθρωπον ὃς εἶπέ μοι πάντα ὅσα ἐποίησα· μήτι οὗτός ἐστιν ὁ Χριστός; 

30 ἐξῆλθον οὖν ἐκ τῆς πόλεως καὶ ἤρχοντο πρὸς αὐτόν. 

31 Ἐν δὲ τῷ μεταξὺ ἠρώτων αὐτὸν οἱ μαθηταὶ λέγοντες· Ραββί, φάγε.

32 ὁ δὲ εἶπεν αὐτοῖς· Ἐγὼ βρῶσιν ἔχω φαγεῖν, ἣν ὑμεῖς οὐκ οἴδατε. 

33 ἔλεγον οὖν οἱ μαθηταὶ πρὸς ἀλλήλους· Μή τις ἤνεγκεν αὐτῷ φαγεῖν; 

34 λέγει αὐτοῖς ὁ Ἰησοῦς· Ἐμὸν βρῶμά ἐστιν ἵνα ποιῶ τὸ θέλημα τοῦ πέμψαντός με καὶ τελειώσω αὐτοῦ τὸ ἔργον. 

35 οὐχ ὑμεῖς λέγετε ὅτι ἔτι τετράμηνός ἐστι καὶ ὁ θερισμὸς ἔρχεται; ἰδοὺ λέγω ὑμῖν, ἐπάρατε τοὺς ὀφθαλμοὺς ὑμῶν καὶ θεάσασθε τὰς χώρας, ὅτι λευκαί εἰσι πρὸς θερισμόν. ἤδη. 

36 καὶ ὁ θερίζων μισθὸν λαμβάνει καὶ συνάγει καρπὸν εἰς ζωὴν αἰώνιον, ἵνα καὶ ὁ σπείρων ὁμοῦ χαίρῃ καὶ ὁ θερίζων. 

37 ἐν γὰρ τούτῳ ὁ λόγος ἐστὶν ὁ ἀληθινὸς, ὅτι ἄλλος ἐστὶν ὁ σπείρων καὶ ἄλλος ὁ θερίζων. 

38 ἐγὼ ἀπέστειλα ὑμᾶς θερίζειν ὃ οὐχ ὑμεῖς κεκοπιάκατε· ἄλλοι κεκοπιάκασι, καὶ ὑμεῖς εἰς τὸν κόπον αὐτῶν εἰσεληλύθατε. 

39 Ἐκ δὲ τῆς πόλεως ἐκείνης πολλοὶ ἐπίστευσαν εἰς αὐτὸν τῶν Σαμαρειτῶν διὰ τὸν λόγον τῆς γυναικὸς, μαρτυρούσης ὅτι εἶπέ μοι πάντα ὅσα ἐποίησα. 

40 ὡς οὖν ἦλθον πρὸς αὐτὸν οἱ Σαμαρεῖται, ἠρώτων αὐτὸν μεῖναι παρ' αὐτοῖς· καὶ ἔμεινεν ἐκεῖ δύο ἡμέρας. 

41 καὶ πολλῷ πλείους ἐπίστευσαν διὰ τὸν λόγον αὐτοῦ, 

42 τῇ τε γυναικὶ ἔλεγον ὅτι οὐκέτι διὰ τὴν σὴν λαλιὰν πιστεύομεν· αὐτοὶ γὰρ ἀκηκόαμεν, καὶ οἴδαμεν ὅτι οὗτός ἐστιν ἀληθῶς ὁ σωτὴρ τοῦ κόσμου.  

 

Ἅγιος Ἀπόστολος & Εὐαγγελιστὴς Ἰωάννης ὁ Θεολόγος 

Καινή Διαθήκη, σελ. 381-385 & myriobiblos.gr

Κυριακή 21 Μαρτίου 2021

Εὐαγγέλιον τῆς Κυριακῆς τῆς Ὀρθοδοξίας

 



Κατὰ Ἰωάννην α΄44-52.
 
44 Τῇ ἐπαύριον ἠθέλησεν ὁ Ἰησοῦς ἐξελθεῖν εἰς τὴν Γαλιλαίαν, καὶ εὑρίσκει Φίλιππον καὶ λέγει αὐτῷ· Ἀκολούθει μοι. 

45 ἦν δὲ ὁ Φίλιππος ἀπὸ Βηθσαϊδά, ἐκ τῆς πόλεως Ἀνδρέου καὶ Πέτρου. 

46 εὑρίσκει Φίλιππος τὸν Ναθαναὴλ καὶ λέγει αὐτῷ· Ὃν ἔγραψε Μωϋσῆς ἐν τῷ νόμῳ καὶ οἱ προφῆται, εὑρήκαμεν, Ἰησοῦν τὸν υἱὸν τοῦ Ἰωσὴφ τὸν ἀπὸ Ναζαρέτ.

 47 καὶ εἶπεν αὐτῷ Ναθαναήλ· Ἐκ Ναζαρὲτ δύναταί τι ἀγαθὸν εἶναι; λέγει αὐτῷ Φίλιππος· Ἔρχου καὶ ἴδε. 

48 εἶδεν ὁ Ἰησοῦς τὸν Ναθαναὴλ ἐρχόμενον πρὸς αὐτὸν καὶ λέγει περὶ αὐτοῦ· Ἴδε ἀληθῶς Ἰσραηλίτης ἐν ᾧ δόλος οὐκ ἔστι. 

49 λέγει αὐτῷ Ναθαναήλ· Πόθεν με γινώσκεις; ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ· Πρὸ τοῦ σε Φίλιππον φωνῆσαι, ὄντα ὑπὸ τὴν συκῆν εἶδόν σε. 

50 ἀπεκρίθη Ναθαναήλ καὶ λέγει αὐτῷ· Ραββί, σὺ εἶ ὁ υἱὸς τοῦ Θεοῦ, σὺ εἶ ὁ βασιλεὺς τοῦ Ἰσραήλ. 

 51 ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ· Ὅτι εἶπόν σοι, εἶδόν σε ὑποκάτω τῆς συκῆς, πιστεύεις; μείζω τούτων ὄψῃ. 

52 καὶ λέγει αὐτῷ· Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ἀπ' ἄρτι ὄψεσθε τὸν οὐρανὸν ἀνεῳγότα, καὶ τοὺς ἀγγέλους τοῦ Θεοῦ ἀναβαίνοντας καὶ καταβαίνοντας ἐπὶ τὸν υἱὸν τοῦ ἀνθρώπου.


Ἅγιος Ἀπόστολος & Εὐαγγελιστὴς Ἰωάννης

Πηγή: Καινὴ Διαθήκη, σελ. 371-372 & myriobiblos.gr 

Σάββατο 26 Σεπτεμβρίου 2020

Ἡ Μετάσταση τοῦ Ἁγίου Ἀποστόλου κι Εὐαγγελιστή Ἰωάννου τοῦ Θεολόγου

 


Ὁ Ἅγιος Ἀπόστολος κι Εὐαγγελιστὴς  Ἰωάννης ὁ Θεολόγος δὲν πέθανε, ἀλλὰ μετατέθηκε στὴν ἄλλη ζωή, ὅπως ὁ Ἐνὼχ καὶ ὁ Ἠλίας. Ἀφορμὴ γι' αὐτὴ τὴν ἄποψη ἔδωσε τὸ γνωστὸ εὐαγγελικὸ χωρίο, Ἰωάννου κα’ 22. Ὅμως, ὁ ἀμέσως ἑπόμενος στίχος κα’ 23 διευκρινίζει τὰ πράγματα. 

 

 Ἰωάννου κα’ 22& 23.

 

22 λέγει αὐτῷ ὁ Ἰησοῦς· Ἐὰν αὐτὸν θέλω μένειν ἕως ἔρχομαι, τί πρὸς σέ; σύ ἀκολούθει μοι. 23 ἐξῆλθεν οὖν ὁ λόγος οὗτος εἰς τοὺς ἀδελφοὺς ὅτι ὁ μαθητὴς ἐκεῖνος οὐκ ἀποθνήσκει· καὶ οὐκ εἶπεν αὐτῷ ὁ Ἰησοῦς ὅτι οὐκ ἀποθνήσκει, ἀλλ' Ἐὰν αὐτὸν θέλω μένειν ἕως ἔρχομαι, τί πρὸς σέ;

 

Ἡ παράδοση ποὺ ἀσπάσθηκε ἡ Ἐκκλησία μας εἶναι ἡ ἕξης: Ὁ Ἰωάννης σὲ βαθειὰ γεράματα ἐκοιμήθη στὴν Ἔφεσο καὶ τάφηκε ἔξω ἀπ’ αὐτήν. Ἀλλὰ μετὰ ἀπὸ μερικὲς ἡμέρες, ὅταν οἱ μαθητὲς του ἐπισκέφθηκαν τὸν τάφο, βρῆκαν αὐτὸν κενό.

 

Ἡ Ἐκκλησία μας, λοιπόν, δέχεται ὅτι στὸν ἀγαπημένο μαθητὴ τοῦ Κυρίου συνέβη ὅτι καὶ μὲ τὴν Παναγία μητέρα Του. Δηλαδή, ὁ Ἰωάννης ναὶ μὲν πέθανε καὶ ἐτάφη, ἀλλὰ μετὰ τρεῖς ἡμέρες ἀναστήθηκε καὶ μετέστη στὴν αἰώνια ζωή, γιὰ τὴν ὁποία ὁ ἴδιος, νὰ τί λέει σχετικά:

 
«Ὁ ἔχων τὸν υἱὸν ἔχει τὴν ζωήν, ὁ μὴ ἔχων τὸν υἱὸν τοῦ Θεοῦ τὴν ζωὴν οὐκ ἔχει»

 

 Ἐκεῖνος, δηλαδή, ποὺ εἶναι ἑνωμένος μέσῳ τῆς πίστης μὲ τὸν Χριστὸ καὶ τὸν ἔχει δικό του, ἔχει τὴν ἀληθινὴ καὶ αἰώνια ζωή. Ἐκεῖνος, ὅμως, ποὺ δὲν ἔχει τὸν Υἱὸ τοῦ Θεοῦ, νὰ ἔχει ὑπ’ ὄψιν του πὼς δὲν ἔχει καὶ τὴν ἀληθινὴ καὶ αἰώνια ζωή.

Πηγή: synaxarion.gr 


Ἀπολυτίκιον. Ἦχος β’.

Ἀπόστολε Χριστῷ τῷ Θεῷ ἠγαπημένε, ἐπιτάχυνον ῥῦσαι λαὸν ἀναπολόγητον· δέχεταί σε προσπίπτοντα, ὁ ἐπιπεσόντα τῷ στήθει καταδεξάμενος· ὃν ἱκέτευε Θεολόγε, καὶ ἐπίμονον νέφος ἐθνῶν διασκεδάσαι, αἰτούμενος ἡμῖν εἰρήνην καὶ τὸ μέγα ἔλεος.

 

Ἕτερον Ἀπολυτίκιον. Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Ἀγάπης ὡς ἔμπλεως, τοῦ διδασκάλου Χριστοῦ, τῷ στήθει ἀνέπεσας, καὶ ἐμυήθης σαφῶς, τὴν γνῶσιν τὴν ἄρρητον. Ὅθεν θεολογίας, θεῖον ὄργανον ὤφθης, Ἀπόστολε Ἰωάννη, καὶ φωστὴρ εὐσεβείας· διὸ Εὐαγγελιστά σε, πόθῳ γεραίρομεν.


Κοντάκιον. Ἦχος β’.

Τὰ μεγαλεῖά σου Παρθένε τὶς διηγήσεται; βρύεις γὰρ θαύματα, καὶ πηγάζεις ἰάματα, καὶ πρεσβεύεις ὑπὲρ τῶν ψυχῶν ἡμῶν, ὡς Θεολόγος καὶ φίλος Χριστοῦ.

 

Ἕτερον Κοντάκιον. Ἦχος γ’. Ἡ Παρθένος σήμερον.
Προσελθὼν Ἀπόστολε, τοῦ Διδασκάλου τῷ στήθει, ἐξ αὐτοῦ ἀντλήσας δέ, θεολογίας τὰ ῥεῖθρα, ἅπασαν, τὴν οἰκουμένην τερπνῶς ἀρδεύεις, νάμασι, τοῖς ζωηφόροις καὶ ἀθανάτοις· διὸ χαῖρέ σοι βοῶμεν, ὦ Ἰωάννη, θεολογίας πηγή.


Μεγαλυνάριον.
Ὡς ἠγαπημένος τῷ Ἰησοῦ, τῆς θεολογίας, ἐμυήθης τὸν θησαυρόν· ὅθεν Ἰωάννη, Ἀπόστολον θεόπτην, καὶ μύστην τῶν ἀρρήτων, σὲ μεγαλύνομεν.

 

 Πηγή: synaxarion.gr

Τῆς Μεταστάσεως τοῦ Ὰγίου Ἰωάννου τοῦ Θεολόγου


 

Ἀπολυτίκιον. Ἦχος β’.

Ἀπόστολε Χριστῷ τῷ Θεῷ ἠγαπημένε, 

ἐπιτάχυνον ῥῦσαι λαὸν ἀναπολόγητον· 

δέχεταί σε προσπίπτοντα, ὁ ἐπιπεσόντα τῷ στήθει καταδεξάμενος· 

ὃν ἱκέτευε Θεολόγε, καὶ ἐπίμονον νέφος ἐθνῶν διασκεδάσαι, 

αἰτούμενος ἡμῖν εἰρήνην καὶ τὸ μέγα ἔλεος.

 

Ἕτερον Ἀπολυτίκιον. Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Ἀγάπης ὡς ἔμπλεως, τοῦ διδασκάλου Χριστοῦ, 

τῷ στήθει ἀνέπεσας, καὶ ἐμυήθης σαφῶς, 

τὴν γνῶσιν τὴν ἄρρητον. Ὅθεν θεολογίας, 

θεῖον ὄργανον ὤφθης, Ἀπόστολε Ἰωάννη, 

καὶ φωστὴρ εὐσεβείας· 

διὸ Εὐαγγελιστά σε, πόθῳ γεραίρομεν.


Κοντάκιον. Ἦχος β’.

Τὰ μεγαλεῖά σου Παρθένε τὶς διηγήσεται; 

βρύεις γὰρ θαύματα, καὶ πηγάζεις ἰάματα, 

καὶ πρεσβεύεις ὑπὲρ τῶν ψυχῶν ἡμῶν, 

ὡς Θεολόγος καὶ φίλος Χριστοῦ.

 

Ἕτερον Κοντάκιον. Ἦχος γ’. Ἡ Παρθένος σήμερον.
Προσελθὼν Ἀπόστολε, τοῦ Διδασκάλου τῷ στήθει, 

ἐξ αὐτοῦ ἀντλήσας δέ, θεολογίας τὰ ῥεῖθρα,

 ἅπασαν, τὴν οἰκουμένην τερπνῶς ἀρδεύεις, 

νάμασι, τοῖς ζωηφόροις καὶ ἀθανάτοις· 

διὸ χαῖρέ σοι βοῶμεν, 

ὦ Ἰωάννη, θεολογίας πηγή.


Μεγαλυνάριον.
Ὡς ἠγαπημένος τῷ Ἰησοῦ, 

τῆς θεολογίας, ἐμυήθης τὸν θησαυρόν· 

ὅθεν Ἰωάννη, Ἀπόστολον θεόπτην, 

καὶ μύστην τῶν ἀρρήτων, σὲ μεγαλύνομεν.

 

 Πηγή: synaxarion.gr

Δευτέρα 3 Αυγούστου 2020

Ἡ Ἁγία Σαλώμη ἡ Μυροφόρος


Ἦταν πρώτη ἐξαδέλφη τῆς Παναγίας, μητέρας τοῦ Κυρίου μας Ἰησοῦ Χριστοῦ. Εἶχε σύζυγο τὸν Ζεβεδαῖο καὶ δύο γιοὺς ποὺ ἔγιναν Ἀπόστολοι, τὸν Ἅγιο Ἰάκωβο καὶ τὸν Ἅγιο Ἰωάννη τὸν Θεολόγο. 

Προικισμένη καὶ ἡ ἴδια μὲ ἔνθερμη εὐσέβεια, ἦταν ἀπὸ τὶς γυναῖκες ποὺ ἀκολουθοῦσαν τὸν Χριστό, καὶ συνεισέφεραν στὸ ταμεῖο τῆς ἀποστολικῆς ἀδελφότητας.
 


Σαλώμη ἦταν ἐκείνη, παρακινούμενη ἀπὸ μητρικὴ φιλοστοργία, ποὺ παρακάλεσε τὸν Κύριο ὅταν Αὐτὸς πήγαινε γιὰ τελευταῖα φορὰ στὴν Ἱερουσαλήμ, νὰ τιμηθοῦν οἱ γιοί της μὲ πρωτεύοντα ἀξιώματα. Διότι εἶχε τὴν ἰδέα, ὅτι ὁ Ἰησοῦς στὴν Ἱερουσαλὴμ ἔμελλε νὰ ἀναστήσει τὸν θρόνο τοῦ Δαβίδ. 


Ὅμως ἡ Σαλώμη, τὶς στιγμὲς τοῦ φρικτοῦ πάθους τοῦ Κυρίου, καὶ ἐνῷ μαθητὲς καὶ φίλοι ἀπὸ φόβο εἶχαν διασκορπιστεῖ, αὐτή, μαζὶ μὲ μερικὲς ἄλλες πιστὲς γυναῖκες ἦταν ἐκεῖ καὶ κτυποῦσαν ἀπὸ λύπη τὰ στήθη τους.




Ἐπίσης Σαλώμη, ἀξιώθηκε νὰ εἶναι μία ἀπὸ τὶς μυροφόρες, στὶς ὅποιες ἄγγελος γνωστοποίησε τὴν ἀνάσταση τοῦ Ἰησοῦ. Μετὰ τὴν ἵδρυση τῆς χριστιανικῆς Ἐκκλησίας στὴν Ἱερουσαλήμ, Σαλώμη ἐξακολούθησε νὰ διακρίνεται γιὰ τὸ ζῆλο καὶ τὶς ἐλεημοσύνες της.
 
Ὁ διωγμὸς ἐναντίον τῆς ἐκκλησίας στὴν Ἱερουσαλήμ, προξένησε μεγάλη λύπη στὴν Σαλώμη. Ἡ καρδιά της ὑπέστη μεγάλο σπαραγμὸ τὴν ἡμέρα, ποὺ ὁ Ἡρῴδης ἀποκεφάλισε τὸν πρωτότοκο γιό της Ἰάκωβο. Ἀλλὰ ἡ ἐλπίδα στὸν Χριστὸ τὴν ἐνίσχυσε καὶ μὲ τὴν προσδοκία τῶν αἰωνίων ἀγαθῶν παρέδωσε τὴν ψυχή της εἰρηνικά.

Πηγή: synaxarion.gr