«Ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε· ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον». Ἰησοῦς Χριστός (Ἰωάν. ιστ΄33).

Τρίτη 16 Μαρτίου 2021

Τοῦ Ὁσίου Χριστοδούλου τοῦ ἐν Πάτμῳ

 


Ἀπολυτίκιον. Ἦχος α’. Τῆς ἐρήμου πολίτης.
Τῆς Νικαίας τὸν γόνον καὶ τῆς Πάτμου τὸ καύχημα, 

καὶ τῶν Μοναζόντων τὸ κλέος, θεοφόρον Χριστόδουλον,

 τιμήσωμεν ἐν ὕμνοις ἀδελφοί, 

τὸ σκῆνος προσπτυσσόμενοι αὐτοῦ, 

ἵνα λάβωμεν τὴν ἴασιν τῶν ψυχῶν, καὶ τῶν σωμάτων κράζοντες· 

δόξα τῷ δεδοκότι σοι ἰσχύν, δόξα τῷ σὲ στεφανώσαντι,

δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ, πᾶσιν ἰάματα.



Κοντάκιον. Ἦχος δ’. Ἐπεφάνης σήμερον.
Τὸ σεπτόν σου λείψανον, ὡς ἰατρεῖον, 

κεκτημένοι ἄμισθον, νόσων καὶ θλίψεων πολλῶν, 

ἀπολυτρούμεθα κράζοντες· 

χαίροις Πατέρων, τὸ κλέος Χριστόδουλε.



Μεγαλυνάριον.
Χαίροις Βιθυνίας γόνος λαμπρός, 

καὶ τῆς νήσου Πάτμου, ἀντιλήπτωρ καὶ ἀρωγός· 

χαίροις ἀφθαρσίας, εὐῶδες καλλιστεῖον, 

Χριστόδουλε θεόφρον, Χριστοῦ συμμέτοχε.

 

Πηγή: synaxarion.gr 

Δεν υπάρχουν σχόλια: