«Ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε· ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον». Ἰησοῦς Χριστός (Ἰωάν. ιστ΄33).

Σάββατο 11 Δεκεμβρίου 2021

Τοῦ Ὁσίου Δανιὴλ τοῦ Στυλίτου

 


 

 

Ἀπολυτίκιον. Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Ὑψώσας τὸ σῶμά σου, ἐπὶ τοῦ στύλου σοφέ, 

τὸν νοῦν σου ἐπτέρωσας, πρὸς τὸν Θεὸν ἀκλινῶς, 

βιώσας ὡς ἄγγελος· 

ὅθεν σε στήλην ζῶσαν, εὐσεβείας εἰδότες, 

κράζοντές σοι βοῶμεν, Δανιὴλ θεοφόρε· 

παντοίων ἡμᾶς κινδύνων, πρέσβευε ῥύεσθαι.



Κοντάκιον  Ἦχος πλ. δ’. Ὡς ἀπαρχὰς τῆς φύσεως.
Ὥσπερ ἀστὴρ πολύφωτoς, σὺ ἀναβὰς μακάριε,

 ἐπὶ τοῦ στύλου τὸν κόσμον ἐφώτισας, 

ἐν τοῖς ὁσίοις ἔργοις σου, 

καὶ τὸ σκότος τῆς πλάνης, ἀπεδιώξας Πάτερ· 

διὸ δεόμεθα, καὶ νῦν, ἐπίλαμψον, 

ἐν ταῖς καρδίαις τῶν δούλων σου, 

τὸ ἄδυτον φῶς τῆς γνώσεως.



Μεγαλυνάριον.
Ἔλαμψας ἐν στύλῳ οἷα πυρσός, 

ταῖς φωτοβολίαις, τῶν ὁσίων σου ἀρετῶν, 

καὶ καταπυρσεύεις, μαρμαρυγαῖς ἀΰλοις, 

ὦ Δανιὴλ θεόφρον, τοὺς σὲ γεραίροντες.

 

Πηγή: synaxarion.gr 

Δεν υπάρχουν σχόλια: