Ἀπολυτίκιον. Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Ἐκ
στείρας ἐβλάστησας, δικαιοσύνης καρπός,
προφαίνων τὴν μέλλουσαν, εὐεργεσίαν ἡμῖν,
Σαμουὴλ θεσπέσιε·
ὅθεν ἱερατεύσας, παιδιόθεν Κυρίῳ,
ἔχρισας ὡς Προφήτης, Βασιλεῖς θείῳ μύρῳ.
Καὶ νῦν τῶν σὲ εὐφημούντων, μάκαρ μνημόνευε.
Κοντάκιον. Ἦχος πλ. δ’. Ὡς ἀπαρχὰς τῆς φύσεως.
Ὥσπερ
υἱὸς θεαίτητος, δῶρον Θεῷ προσήνεξαι,
προφητικῆς ἐκ παιδὸς ἀξιούμενος,
ἐκφαντορίας κτείττονος·
διὰ τοῦτο Κυρίῳ, τὰ ἐν Νόμῳ προσενέγκας καρπώματα,
Σαμουὴλ ἐδοξάσθης, ὡς μύστης τῆς θείας χάριστος.
Μεγαλυνάριον.
Χαίροις
ἱερώτατε Σαμουήλ,
ὁ Θεῷ ἐκ βρέφους, φερωνύμως προσκληρωθείς·
χαίροις ὀ τὰ πόρρω, ὡς ἐνεστῶτα βλέπων,
προφητικῶν χαρίτων, χαῖρε κειμήλιον.
Πηγή: synaxarion.gr
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου