«Ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε· ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον». Ἰησοῦς Χριστός (Ἰωάν. ιστ΄33).

Τετάρτη 4 Δεκεμβρίου 2013

Τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἰωάννου τοῦ Δαμασκηνοῦ

Στιχηρὰ Προσόμοια. Ἦχος πλ. δ'. Ὢ τοῦ παραδόξου θαύματος.
Πάτερ Ἰωάννη πάνσοφε, 
τὴν Ἐκκλησίαν Χριστοῦ, κατεφαίδρυνας ᾂσμασιν, 
ἐνθεαστικώτατα, μελῳδῶν παναοίδιμε, 
τῇ ἐνεργείᾳ Πάτερ τοῦ Πνεύματος, 
τὴν σὴν κινύραν, ἀνακρουόμενος, 
νῦν παναρμόνιον, τοῦ Δαυΐδ μιμούμενος·
ἢν ἐνηχῶν, θείοις μελῳδήμασι, 
πάντας κατέθελξας.

Μακάριος ἀνήρ, ὁ φοβούμενος τόν Κύριον. 

Πάτερ Ἰωάννη ἔνδοξε, 
τῆς κοσμικῆς ἀποστάς, ταραχώδους συγχύσεως, 
τοῦ Χριστοῦ προσέδραμες, τῇ γαλήνῃ Πανόσιε·
καὶ θεωρίαις, θείας καὶ πράξεως, 
τὰς πανολβίους, σαφῶς λαμπρότητας,
ὄντως ἐπλούτησας, καὶ πιστοῖς μετέδωκας, 
θεοπρεπεῖ, βίῳ λαμπρυνόμενος, Μακαριώτατε.
      

Ἀπολυτίκιον. Ἦχος γ' . Θείας πίστεως 
Θεῖον ὄργανον, τῆς Ἐκκλησίας, 
λύρα εὔσημος, τῆς εὐσεβείας, 
ἀνεδείχθης Ἰωάννη πανεύφημε· 
ὅθεν πυρσεύεις τοῦ κόσμου τὰ πέρατα, 
ταῖς τῶν σοφῶν σου δογμάτων ἐλλάμψεσι. 
Πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, 
δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.


Κοντάκιον. Ἦχος δ'. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τὸν ὑμνογράφον καὶ σοφὸν Ἰωάννην, 
τῆς Ἐκκλησίας παιδευτὴν καὶ φωστῆρα, 
καὶ τῶν ἐχθρῶν ἀντίπαλον ὑμνήσωμεν πιστοί· 
ὅπλον γὰρ ἀράμενος, τὸν Σταυρὸν τοῦ Κυρίου, 
πᾶσαν ἀπεκρούσατο, τῶν αἱρέσεων πλάνην·
καὶ ὡς θερμὸς προστάτης εἰς Θεόν,
πᾶσι παρέχει, πταισμάτων συγχώρησιν.


Μεγαλυνάριον. 
Ὑψηλον δογμάτων ἑρμηνευτά, 
ἱερῶν ᾀσμάτων, θεορρῆμον ὑφηγητά,
χαίροις Ἰωάννη, ὁ πάντας διεγείρων, 
τοῖς μελιχροῖς σου ὕμνοις, πρὸς θείαν αἴνεσιν.

Πηγές: Μηναῖον Δεκεμβρίου σελ. 29 &
Νέος Ἑνιαύσιος Στέφανος, Γερασίμου Μοναχοῦ Μικραγιαννανίτου,
 Ὑμνογράφου τῆς μεγάλης τοῦ Χριστοῦ Ἐκκλησίας, σελ. 141-142.