«Ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε· ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον». Ἰησοῦς Χριστός (Ἰωάν. ιστ΄33).

Τρίτη 14 Απριλίου 2020

Μεγάλη Τρίτη


Κοντάκιον. Ἦχος β'. Τὰ ἄνω ζητῶν ΤΟ ΑΚΟΥΤΕ
Τὴν ὥραν ψυχή, τοῦ τέλους ἐννοήσασα, 
καὶ τὴν ἐκκοπήν, τῆς συκῆς δειλιάσασα, 
τὸ δοθέν σοι τάλαντον, 
φιλοπόνως ἔργασαι ταλαίπωρε, 
γρηγοροῦσα καὶ κράζουσα·  
Μὴ μείνωμεν ἔξω τοῦ νυμφῶνος Χριστοῦ.
 

Ὁ Οἶκος
Τὶ ῥαθυμεῖς ἀθλία ψυχή μου; 
τί φαντάζῃ ἀκαίρως μερίμνας ἀφελεῖς; 
τί ἀσχολεῖς πρὸς τὰ ῥέοντα;
 ἐσχάτη ὥρα ἐστὶν ἀπ΄ ἄρτι, 
καὶ χωρίζεσθαι μέλλομεν τῶν ἐνταῦθα, 
ἕως καιρὸν κεκτημένη, ἀνάνηψον κράζουσα·
 Ἡμάρτηκά σοι Σωτήρ μου, 
μὴ ἐκκόψῃς με, ὥσπερ τὴν ἄκαρπον συκῆν,
 ἀλλ' ὡς εὔσπλαγχνος Χριστέ, 
κατοικτείρησον, φόβῳ κραυγάζουσαν·  
Μὴ μείνωμεν ἔξω τοῦ νυμφῶνος Χριστοῦ.

ΣΥΝΑΞΑΡΙΟΝ
Τῇ ἁγίᾳ καὶ μεγάλῃ Τρίτῃ, 
τῆς τῶν δέκα Παρθένων παραβολῆς, 
τῆς ἐκ τοῦ ἱεροῦ Εὐαγγελίου, 
μνείαν ποιούμεθα.

Πηγή: glt.goarch.org


Δεν υπάρχουν σχόλια: