«Ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε· ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον». Ἰησοῦς Χριστός (Ἰωάν. ιστ΄33).

Δευτέρα 13 Απριλίου 2020

Μεγάλη Δευτέρα


Κοντάκιον. Ἦχος πλ. δ'. Ὡς ἀπαρχὰς ΤΟ ΑΚΟΥΤΕ Ἦχος δ' ΤΟ ΑΚΟΥΤΕ
 
Ὁ Ἰακὼβ ὠδύρετο, τοῦ Ἰωσὴφ τὴν στέρησιν, 
καὶ ὁ γενναῖος ἐκάθητο ἅρματι, 
ὡς βασιλεὺς τιμώμενος· 
τῆς Αἰγυπτίας γὰρ τότε ταῖς ἡδοναῖς μὴ δουλεύσας, 
ἀντεδοξάζετο παρὰ τοῦ βλέποντος 
τὰς τῶν ἀνθρώπων καρδίας, 
καὶ νέμοντος στέφος ἄφθαρτον.
 
Ὁ Οἶκος
Ἐπὶ τῷ ὀδυρμῷ νῦν προσθήσωμεν ὀδυρμόν, 
καὶ ἐκχέωμεν δάκρυα, μετὰ τοῦ Ἰακὼβ συγκοπτόμενοι, 
Ἰωσὴφ τὸν ἀοίδιμον καὶ σώφρονα, 
τὸν δουλωθέντα μὲν τῷ σώματι, 
τὴν ψυχὴν δὲ ἀδούλωτον συντηροῦντα, 
καὶ Αἰγύπτου παντὸς κυριεύσαντα.
 Ὁ Θεὸς γὰρ παρέχει τοῖς δούλοις αὐτοῦ,  
στέφος ἄφθαρτον.

ΣΥΝΑΞΑΡΙΟΝ
Τῇ ἁγίᾳ καὶ μεγάλῃ Δευτέρᾳ,

 μνείαν ποιούμεθα τοῦ μακαρίου Ἰωσὴφ τοῦ Παγκάλου, 
καὶ τῆς ὑπὸ τοῦ Κυρίου καταραθείσης
 καὶ ξηρανθείσης Συκῆς.

Πηγή:glt.goarch.org

Δεν υπάρχουν σχόλια: