«Ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε· ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον». Ἰησοῦς Χριστός (Ἰωάν. ιστ΄33).

Σάββατο 16 Νοεμβρίου 2013

Τοῦ Ἁγίου ἐνδόξου Ἀποστόλου καὶ Εὐαγγελιστοῦ Ματθαίου

Ἀπολυτίκιον. Ἦχος γ'. Θείας πίστεως.
Θείας ἤκουσας, φωνῆς τοῦ Λόγου, 
καὶ τῆς πίστεως, τὸ φῶς ἐδέξω, 
καταλείψας τελωνείου τὸν σύνδεσμον·
ὅθεν Χριστοῦ τὴν ἀπόρρητον κένωσιν, 
εὐηγγελίσω Ματθαῖε Ἀπόστολε. 
Καὶ νῦν πρέσβευε, δοθῆναι τοῖς σὲ γεραίρουσι, 
πταισμάτων ἱλασμὸν καὶ μέγα ἔλεος.


Κοντάκιον. Ἦχος δ'. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τοῦ τελωνείου τὸν ζυγὸν ἀπορρίψας, 
δικαιοσύνης τῷ ζυγῷ προσηρμόσθης, 
καὶ ἀνεδείχθης ἔμπορος πανάριστος, 
πλοῦτον κομισάμενος, τὴν ἐξ ὕψους σοφίαν·
ὅθεν ἀνεκήρυξας, ἀληθείας τὸν λόγον, 
καὶ τῶν ῥαθύμων ἤγειρας ψυχάς, 
καθυπογράψας, τὴν ὥραν τῆς κρίσεως. 


Μεγαλυνάριον.
Σύσκηνος τῷ Λόγῳ διατελῶν, 
θείων μυστηρίων, ἐμυήθης τὰς ἀστραπάς·
ἔνθεν θεογράφως, Ἀπόστολε Ματθαῖε, 
ζωῆς διετυπώσω τὸ Εὐαγγέλιον.

Πηγή: Νέος Ἑνιαύσιος Στέφανος, Γερασίμου Μοναχοῦ Μικραγιαννανίτου, 
Ὑμνογράφου τῆς Μεγάλης τοῦ Χριστοῦ Έκκλησίας, σελ. 120-121.