Εὐαγγέλιον κατὰ Ἰωάννην θ' 1-38
1 Καὶ παράγων εἶδεν ἄνθρωπον τυφλὸν ἐκ
γενετῆς·
2 καὶ ἠρώτησαν αὐτὸν οἱ μαθηταὶ αὐτοῦ λέγοντες· ῥαββί, τίς
ἥμαρτεν, οὗτος ἢ οἱ γονεῖς αὐτοῦ, ἵνα τυφλὸς γεννηθῇ;
3 ἀπεκρίθη Ἰησοῦς· οὔτε οὗτος ἥμαρτεν οὔτε οἱ γονεῖς αὐτοῦ, ἀλλ' ἵνα φανερωθῇ τὰ ἔργα τοῦ
Θεοῦ ἐν αὐτῷ.
4 ἐμὲ δεῖ ἐργάζεσθαι τὰ ἔργα τοῦ πέμψαντός με ἕως ἡμέρα
ἐστίν· ἔρχεται νὺξ ὅτε οὐδεὶς δύναται ἐργάζεσθαι.
5 ὅταν ἐν τῷ κόσμῳ ὦ,
φῶς εἰμι τοῦ κόσμου.
6 ταῦτα εἰπὼν ἔπτυσεν χαμαὶ καὶ ἐποίησε πηλὸν ἐκ
τοῦ πτύσματος, καὶ ἐπέχρισε τὸν πηλὸν ἐπὶ τοὺς ὀφθαλμοὺς τοῦ τυφλοῦ
7
καὶ εἶπεν αὐτῷ· ὕπαγε νίψαι εἰς τὴν κολυμβήθραν τοῦ Σιλωάμ, ὃ
ἑρμηνεύεται ἀπεσταλμένος. ἀπῆλθεν οὖν καὶ ἐνίψατο, καὶ ἦλθε βλέπων.
8 Οἱ
οὖν γείτονες καὶ οἱ θεωροῦντες αὐτὸν τὸ πρότερον ὅτι τυφλὸς ἦν, ἔλεγον· οὐχ οὗτός ἐστιν ὁ καθήμενος καὶ προσαιτῶν;
9 ἄλλοι ἔλεγον ὅτι οὗτός
ἐστιν· ἄλλοι δὲ ὅτι ὅμοιος αὐτῷ ἐστιν. ἐκεῖνος ἔλεγεν ὅτι ἐγώ εἰμι.
10
ἔλεγον οὖν αὐτῷ· πῶς ἀνεῴχθησάν σου οἱ ὀφθαλμοί;
11 ἀπεκρίθη ἐκεῖνος καὶ
εἶπεν· ἄνθρωπος λεγόμενος Ἰησοῦς πηλὸν ἐποίησε καὶ ἐπέχρισέ μου τοὺς
ὀφθαλμοὺς καὶ εἶπέ μοι· ὕπαγε εἰς τὴν κολυμβήθραν τοῦ Σιλωὰμ καὶ νίψαι·
ἀπελθὼν δὲ καὶ νιψάμενος ἀνέβλεψα.
12 εἶπον οὖν αὐτῷ· ποῦ ἐστιν ἐκεῖνος;
λέγει· οὐκ οἶδα.
13 Ἄγουσιν αὐτὸν πρὸς τοὺς Φαρισαίους, τόν ποτε τυφλόν.
14 ἦν δὲ σάββατον ὅτε τὸν πηλὸν ἐποίησεν ὁ Ἰησοῦς καὶ ἀνέῳξεν αὐτοῦ τοὺς
ὀφθαλμούς.
15 πάλιν οὖν ἠρώτων αὐτὸν καὶ οἱ Φαρισαῖοι πῶς ἀνέβλεψεν. ὁ
δὲ εἶπεν αὐτοῖς· πηλὸν ἐπέθηκέ μου ἐπὶ τοὺς ὀφθαλμούς, καὶ ἐνιψάμην, καὶ
βλέπω.
16 ἔλεγον οὖν ἐκ τῶν Φαρισαίων τινές· οὗτος ὁ ἄνθρωπος οὐκ ἔστι
παρὰ τοῦ Θεοῦ, ὅτι τὸ σάββατον οὐ τηρεῖ. ἄλλοι ἔλεγον· πῶς δύναται
ἄνθρωπος ἁμαρτωλὸς τοιαῦτα σημεῖα ποιεῖν; καὶ σχίσμα ἦν ἐν αὐτοῖς.
17
λέγουσι τῷ τυφλῷ πάλιν· σὺ τί λέγεις περὶ αὐτοῦ, ὅτι ἤνοιξέ σου τοὺς
ὀφθαλμούς; ὁ δὲ εἶπεν ὅτι προφήτης ἐστίν.
18 οὐκ ἐπίστευσαν οὖν οἱ
Ἰουδαῖοι περὶ αὐτοῦ ὅτι τυφλὸς ἦν καὶ ἀνέβλεψεν, ἕως ὅτου ἐφώνησαν τοὺς
γονεῖς αὐτοῦ τοῦ ἀναβλέψαντος
19 καὶ ἠρώτησαν αὐτοὺς λέγοντες· οὗτός
ἐστιν ὁ υἱὸς ὑμῶν, ὃν ὑμεῖς λέγετε ὅτι τυφλὸς ἐγεννήθη; πῶς οὖν ἄρτι
βλέπει;
20 ἀπεκρίθησαν δὲ αὐτοῖς οἱ γονεῖς αὐτοῦ καὶ εἶπον· οἴδαμεν ὅτι
οὗτός ἐστιν ὁ υἱὸς ἡμῶν καὶ ὅτι τυφλὸς ἐγεννήθη·
21 πῶς δὲ νῦν βλέπει
οὐκ οἴδαμεν, ἢ τίς ἤνοιξεν αὐτοῦ τοὺς ὀφθαλμοὺς ἡμεῖς οὐκ οἴδαμεν· αὐτὸς
ἡλικίαν ἔχει, αὐτὸν ἐρωτήσατε, αὐτὸς περὶ ἑαυτοῦ λαλήσει.
22 ταῦτα εἶπον
οἱ γονεῖς αὐτοῦ, ὅτι ἐφοβοῦντο τοὺς Ἰουδαίους· ἤδη γὰρ συνετέθειντο οἱ
Ἰουδαῖοι ἵνα, ἐάν τις ὁμολογήσῃ Χριστόν, ἀποσυνάγωγος γένηται.
23 διὰ
τοῦτο οἱ γονεῖς αὐτοῦ εἶπον ὅτι ἡλικίαν ἔχει, αὐτὸν ἐρωτήσατε.
24 ἐφώνησαν οὖν ἐκ δευτέρου τὸν ἄνθρωπον ὃς ἦν τυφλός, καὶ εἶπον αὐτῷ· δὸς
δόξαν τῷ Θεῷ· ἡμεῖς οἴδαμεν ὅτι ὁ ἄνθρωπος οὗτος ἁμαρτωλός ἐστιν.
25
ἀπεκρίθη οὖν ἐκεῖνος καὶ εἶπεν· εἰ ἁμαρτωλός ἐστιν οὐκ οἶδα· ἓν οἶδα,
ὅτι τυφλὸς ὢν ἄρτι βλέπω.
26 εἶπον δὲ αὐτῷ πάλιν· τί ἐποίησέ σοι; πῶς
ἤνοιξέ σου τοὺς ὀφθαλμούς;
27 ἀπεκρίθη αὐτοῖς· εἶπον ὑμῖν ἤδη, καὶ οὐκ
ἠκούσατε· τί πάλιν θέλετε ἀκούειν; μὴ καὶ ὑμεῖς θέλετε αὐτοῦ μαθηταὶ
γενέσθαι;
28 ἐλοιδόρησαν αὐτὸν καὶ εἶπον· σὺ εἶ μαθητὴς ἐκείνου· ἡμεῖς
δὲ τοῦ Μωϋσέως ἐσμὲν μαθηταί.
29 ἡμεῖς οἴδαμεν ὅτι Μωϋσεῖ λελάληκεν ὁ
Θεός· τοῦτον δὲ οὐκ οἴδαμεν πόθεν ἐστίν.
30 ἀπεκρίθη ὁ ἄνθρωπος καὶ
εἶπεν αὐτοῖς· ἐν γὰρ τούτῳ θαυμαστόν ἐστιν, ὅτι ὑμεῖς οὐκ οἴδατε πόθεν
ἐστί, καὶ ἀνέῳξέ μου τοὺς ὀφθαλμούς.
31 οἴδαμεν δὲ ὅτι ἁμαρτωλῶν ὁ Θεὸς
οὐκ ἀκούει, ἀλλ' ἐάν τις θεοσεβὴς ᾖ καὶ τὸ θέλημα αὐτοῦ ποιῇ, τούτου
ἀκούει.
32 ἐκ τοῦ αἰῶνος οὐκ ἠκούσθη ὅτι ἤνοιξέ τις ὀφθαλμοὺς τυφλοῦ
γεγεννημένου·
33 εἰ μὴ ἦν οὗτος παρὰ Θεοῦ, οὐκ ἠδύνατο ποιεῖν οὐδέν.
34
ἀπεκρίθησαν καὶ εἶπον αὐτῷ· ἐν ἁμαρτίαις σὺ ἐγεννήθης ὅλος, καὶ σὺ
διδάσκεις ἡμᾶς; καὶ ἐξέβαλον αὐτὸν ἔξω.
35 Ἤκουσεν ὁ Ἰησοῦς ὅτι ἐξέβαλον
αὐτὸν ἔξω, καὶ εὑρὼν αὐτὸν εἶπεν αὐτῷ· σὺ πιστεύεις εἰς τὸν υἱὸν τοῦ
Θεοῦ;
36 ἀπεκρίθη ἐκεῖνος καὶ εἶπε· καὶ τίς ἐστι, Κύριε, ἵνα πιστεύσω
εἰς αὐτόν;
37 εἶπε δὲ αὐτῷ ὁ Ἰησοῦς· καὶ ἑώρακας αὐτὸν καὶ ὁ λαλῶν μετὰ
σοῦ ἐκεῖνός ἐστιν.
38 ὁ δὲ ἔφη· πιστεύω, Κύριε· καὶ προσεκύνησεν αὐτῷ.
Πηγές: myriobiblos.gr
Καινή Διαθήκη, «Ὁ Σωτήρ», σελ. 414-418.
... Αὐτὸν τὸν τυφλὸ θεράπευσε ὁ Χριστός. Τὸν θεράπευσε; Δὲν ἀκριβολογοῦμε. Θεράπευσε θὰ λέγαμε, ἂν ὁ τυφλὸς εἶχε μάτια βλαμμένα ἀπὸ ἀσθένεια. Ἀλλ' ὁ τυφλὸς αὐτός, ὅπως εἴπαμε, δὲν εἶχε καθόλου μάτια. Ἀδειανὲς ἦταν οἱ κόγχες.
Καὶ ὁ Χριστὸς μὲ τὸ θαῦμα ποὺ ἔκανε δημιούργησε τὰ μάτια. Ἀπίστευτο φαίνεται; Ἀλλ' ὁ Χριστός, ποὺ ἔκανε τὸ θαῦμα τοῦ Εὐαγγελίου, εἶνε ὁ ἴδιος, ποὺ ὄχι μόνο μάτια ἔκανε, ἀλλὰ καὶ αὐτιὰ καὶ χέρια καὶ πόδια καὶ πνευμόνια καὶ νεφρὰ καὶ καρδιὲς καὶ νεῦρα καὶ κόκκαλα καὶ ὅλα τὰ ἀξιοθαύμαστα ὄργανα τοῦ σώματος τοῦ ἀνθρώπου.
Ἔκανε τὸ ἀνθρώπινο σῶμα. Ἒ λοιπόν, αὐτὸς ποὺ κατασκεύασε ὅλο τὸ ἀνθρώπινο σῶμα, δὲν μποροῦσε νὰ κατασκευάσῃ ἕνα μόνο μέρος, τὰ μάτια;
Ὁ Χριστός, λέει τὸ Εὐαγγέλιο, ἔφτυσε κάτω, καὶ μὲ τὸ σάλιο του ἔκανε λίγη λάσπη, πῆρε τὴ λάσπη, ἔχρισε μ' αὐτὴ τὸν τυφλὸ στὰ μάτια καὶ τὸν ἔστειλε νὰ νιφτῇ σὲ μιὰ δεξαμενή. Καὶ πῆγε, νίφτηκε καὶ ἀμέσως εἶδε.
Ἔτσι ὁ Χριστὸς δίδαξε, ὅτι εἶνε αὐτὸς ποὺ ἀπὸ χῶμα δημιούργησε τὸ ἀνθρώπινο σῶμα. Ὕλη, λάσπη εἶνε ὅλο τὸ ἀνθρώπινο σῶμα. Ἀλλὰ μέσα στὸ σῶμα αὐτὸ μὲ τὰ θαυμάσια ὄργανα του ὑπάρχει ἡ εἰκόνα τοῦ Θεοῦ. Ὑπάρχει ἡ ἀθάνατη ψυχή. Ἡ ψυχὴ δὲν εἶνε ὕλη. Εἶνε πνεῦμα. Ἡ ὕλη φθείρεται καὶ καταστρέφεται, ἀλλὰ τὸ πνεῦμα δὲν καταστρέφεται...
... Ἄπιστοι! Σᾶς παρακαλοῦμε, πλησιάστε τὸν τυφλὸ ποὺ ἔκανε καλὰ ὁ Χριστός. Οἱ παλαιοί σας συνάδελφοι, οἱ ἄπιστοι τῆς ἐποχῆς ἐκείνης, δὲν ἤθελαν νὰ πιστέψουν στὸ θαῦμα ποὺ ἔκανε ὁ Χριστός, καὶ μὲ λόγια δικολαβικὰ προσπαθοῦσαν νὰ μεταβάλουν τὰ πράγματα, νὰ σκοτίσουν τὸν ἥλιο, καὶ νὰ κάνουν καὶ τοὺς ἄλλους νὰ μὴν πιστεύουν στὸ Χριστό.
Τυφλοὶ αὐτοί, τυφλὸ ἤθελαν νὰ κάνουν καὶ ὅλο τὸν κόσμο. Ἀλλ' ὁ τυφλός, ποὺ εἶδε τὸ φῶς του, μὲ τὶς ἀπαντήσεις ποὺ ἔδωσε τοὺς ἀποστόμωσε, τοὺς νίκησε, τοὺς ξευτέλισε. Τὸ μεγάλο ἐπιχείρημα ἦταν ἡ προσωπική του πεῖρα. Εἶδε πάνω του τὴ δύναμη τοῦ Χριστοῦ. Εἶδε τὸ θαῦμα. Καὶ γι' αὐτὸ ἐλέγχει τοὺς ἀπίστους· «Δὲν ἀκούω τί μοῦ λέτε. Ἕνα ξέρω· ἤμουν τυφλὸς καὶ τώρα βλέπω. Μὲ ἔκανε καλὰ ὁ Χριστός. Χίλιες δόξες νὰ ἔχῃ».
Ὁ Χριστὸς εἶνε τὸ φῶς τοῦ κόσμου.
Ἐπίσκοπος Αὐγουστῖνος Καντιώτης
Πηγή: Κυριακή, Ἐπισκόπου Αὐγουστίνου Καντιώτου,«Ὁ Σταυρός» σελ. 45-46 & 47-48 (2 ἀποσπάσματα).