Ἀνελθὼν εἰς οὐρανούς, ὅθεν καὶ κατῆλθες,
μὴ ἐάσῃς ἡμᾶς ὀρφανοὺς Κύριε·
ἐλθέτω σου τὸ Πνεῦμα, φέρον εἰρήνην τῷ κόσμῳ·
δεῖξον τοῖς υἱοῖς τῶν ἀνθρώπων,
ἔργα δυνάμεώς σου, Κύριε φιλάνθρωπε.
.
.
Οἱ Ἄγγελοί σου Κύριε, τοῖς Ἀποστόλοις ἔλεγον·
Ἄνδρες Γαλιλαῖοι, τί ἑστήκατε
βλέποντες εἰς τὸν οὐρανόν;
οὗτός ἐστιν Χριστὸς ὁ Θεός,
ὁ ἀναληφθεὶς ἀφ' ἡμῶν εἰς τὸν οὐρανόν·
οὗτος ἐλεύσεται πάλιν,
ὃν τρόπον ἐθεάσασθε αὐτόν,
πορευόμενον εἰς οὐρανόν·
λατρεύσατε αὐτῷ
ἐν ὁσιότητι καὶ δικαιοσύνῃ.
Ἐτέχθης ὡς αὐτὸς ἠθέλησας·
ἐφάνης ὡς αὐτὸς ἠβουλήθης·
ἔπαθες σαρκί, ὁ Θεὸς ἡμῶν·
ἐκ νεκρῶν ἀνέστης, πατήσας τὸν θάνατον,
ἀνελήφθης ἐν δόξῃ, ὁ τὰ σύμπαντα πληρῶν·
καὶ ἀπέστειλας ἡμῖν Πνεῦμα θεῖον,
τοῦ ἀνυμνεῖν καὶ δοξάζειν σου τὴν Θεότητα.
Ὁ ἀναληφθεὶς ἐν δόξῃ, Χριστέ ὁ Θεὸς ἡμῶν,
ἐλέησον ἡμᾶς. Ἀμήν.
Πηγή: Πεντηκοστάριον, σελ. 173,180&178