Τῶν ἀπ' αἰῶνος σήμερον νεκρῶν, ἁπάντων κατ' ὄνομα,
μετὰ πίστεως ζησάντων εὐσεβῶς, μνήμην τελοῦντες οἱ πιστοί,
τὸν Σωτῆρα καὶ Κύριον, ἀνυμνήσωμεν, αἰτοῦντες ἐκτενῶς,
τούτους ἐν ὥρᾳ τῆς κρίσεως, ἀπολογίαν ἀγαθήν,
δοῦναι αὐτῷ τῷ Θεῷ ἡμῶν, τῷ πᾶσαν κρίνοντι τὴν γῆν,
τῆς δεξιᾶς αὐτοῦ παραστάσεως τυχόντας ἐν χαρᾷ,
ἐν μερίδι Δικαίων, καὶ ἐν Ἁγίων κλήρῳ φωτεινῷ,
καὶ ἀξίους γενέσθαι, τῆς οὐρανίου βασιλείας αὐτοῦ.
Ἰδοὺ Μαρτύρων θεῖοι χοροί,
τάξεις Ἀποστόλων Προφητῶν,
καὶ τῶν Δικαίων συστήματα,
Σῶτέρ σε ὑμνοῦντες καθικετεύουσι,
τοῦ σῶσαι οὕς περ κόσμου,
πάντας προσείληφας.
Στερρᾶς σου σάλπιγγος τῇ φωνῇ,
ὅταν ἐξανοίγωνται τάφοι νεκρῶν,
καὶ γῆ τρέμῃ φρίττουσα,
τότε σὺν προβάτοις έκ δεξιῶν σου Χριστέ,
κατάταξον τοὺς δούλους, οὓς μετέστησας.
Σὺν Ἀγγέλοις ἐπὶ θρόνου Σῶτερ δόξης σου,
ὅταν ἐλεύσῃ κρῖναι τὴν γῆν, ψυχὰς δούλων σου,
τῆς σῆς πλῆσον θείας χαρμονῆς,
τοῦ ψάλλειν ἀπαύστως καὶ βοᾶν·
Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Πηγή: Πεντηκοστάριον, σελ. 207,213 & 214