Ἀπολυτίκιον. Ἦχος δ’. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ὡς
γενεὰ εὐλογητὴ τῷ Κυρίῳ,
τῆς οὐρανίου ἠξιώθησαν δόξης,
ἀσκητικῶς δοξάσαντες Χριστὸν ἐπὶ τῆς γῆς,
Ξενοφῶν ὁ Ὅσιος, καὶ ἡ τούτου συμβία,
σὺν τοῖς ἀριστεύσασιν, ἱεροῖς αὐτῶν τέκνοις·
οὓς εὐφημοῦντες εἴπωμεν φαιδρῶς·
χαίροις Ὁσίων, χορεία τετράριθμε.
Κοντάκιον. Ἦχος δ’. Ἐπεφάνης σήμερον.
Ἐν αὐλαῖς ἠγρύπνησας ταῖς τοῦ Δεσπότου,
τοῖς πτωχοῖς σκορπίσας σου, μάκαρ τὸν πλοῦτον ἱλαρῶς,
σὺν τῇ συζύγῳ καὶ τέκνοις σου·
διὸ κληροῦσθε τὴν θείαν ἀπόλαυσιν.
Ἕτερον Κοντάκιον. Ἦχος ὅμοιος.
Τὴν
τοῦ βίου θάλασσαν διεκφυγόντες,
Ξενοφῶν ὁ δίκαιος, σὺν τῇ συζύγῳ τῇ σεπτῇ,
ἐν οὐρανοῖς συνευφραίνονται,
μετὰ τῶν τέκνων, Χριστὸν μεγαλύνοντες.
Μεγαλυνάριον.
Ρίζα
ἀγλαόκαρπος καὶ σεπτή,
Ξενοφῶν ἐδείχθη, σὺν εὐνέτιδι τῇ σεμνῇ,
ἔχοντες ὡς κλάδους, τὴν τῶν υἱῶν δυάδα,
μεθ’ ὧν τῷ Θεῷ Λόγῳ, κατηκολούθησαν.
Πηγή: synaxarion.gr
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου