Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
Ἦχος πλ. β΄. Σεργίου.
Σήμερον, ὁ τοῖς νοεροῖς θρόνοις ἐπαναπαυόμενος Θεός,
θρόνον ἅγιον ἐπὶ τῆς γῆς ἑαυτῷ προετοίμασεν·
ὁ στερεώσας ἐν σοφίᾳ τοὺς οὐρανούς,
οὐρανὸν ἔμψυχον, ἐν φιλανθρωπίᾳ κατεσκεύασεν·
ἐξ ἀκάρπου γὰρ ρίζης φυτὸν ζωηφόρον,
ἐβλάστησεν ἡμῖν τὴν Μητέρα αὐτοῦ.
Ὁ τῶν θαυμασίων Θεός,
καὶ τῶν ἀνελπίστων ἐλπίς,
Κύριε δόξα σοι.
Πηγή: Μηναῖον Σεπτεμβρίου, σελ. 102, ἐκδόσεις «ΦΩΣ».