«Ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε· ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον». Ἰησοῦς Χριστός (Ἰωάν. ιστ΄33).

Δευτέρα 27 Μαΐου 2019

Τοῦ Ἁγίου Ἰωάννου τοῦ Ρώσου




Ἀπολυτίκιον. Ἦχος γ’. Θείας πίστεως.

Θείας πίστεως, τὸ φῶς κατέχων, 
πικρὰν ἤνεγκας, αἰχμαλωσίαν, 
Ἰωάννη καὶ ὁσίως ἐβίωσας· 
ὅθεν τὸ θεῖόν σου λείψανον Ἅγιε, 
θαυματουργίας πηγάζει ἐν Πνεύματι· 
ᾧ προστρέχοντες, ὑμνοῦμεν τὸν σὲ δοξάσαντα,
 τιμῶντες τὰ σεπτά σου προτερήματα.

Κοντάκιον. Ἦχος γ’. Ἡ Παρθένος σήμερον.
Εὐσεβείας δόγμασιν, ἐντεθραμμένος θεόφρον,
 ἀκλινῶς ὑπέμεινας, αἰχμαλωσίας τὰς θλίψεις. 
Ὅθεν σε, ὁ Ζωοδότης λαμπρῶς δοξάσας, 
δέδωκε, πιστοῖς τὸ τίμιον λείψανόν σου, 
ἀναβλῦζον Ἰωάννη, Πνεύματι θείῳ 
ῥεῖθρα ἰάσεων.


Μεγαλυνάριον.
Ἄστρον ἐξ Ἑῴας ὤφθης λαμπρόν, 
μάκαρ Ἰωάννη, καταυγάζον τοὺς εὐσεβεῖς, 
χάριτι θαυμάτων, καὶ νῆσον τῆς Εὐβοίας, 
τῷ σῷ καθαγιάζεις, λειψάνῳ Ἅγιε.

Πηγή: synaxarion.gr