Κανών β', ᾨδὴ θ', τοῦ ἁγίου Προφήτου
Ἦχος πλ. δ' Ἐξέστη ἐπὶ τοῦτῳ.
Ἦχος πλ. δ' Ἐξέστη ἐπὶ τοῦτῳ.
Φωνὴ βοῶντες ἔφυς ὦ Βαπτιστά·
ἐκ Προφήτου Προφήτης γὰρ ἔλαμψας,
ἐν
τῇ ἐρήμῳ. Μετανοεῖτε πᾶσι βοῶν,
καὶ τὸν Ἡρῴδην ἤλεγξας,
πράττοντα
ἀσέμνως τὰ ἀσελγῆ·
διὸ καὶ τοῖς ἐν ᾍδῃ προέδραμες κηρύττων,
τὴν
βασιλείαν τοῦ Θεοῦ ἡμῶν.
Μητρὸς Ἡρῳδιάδος ἐκβιασθέν,
Μητρὸς Ἡρῳδιάδος ἐκβιασθέν,
ἀναιδέστατον
κόριον ᾔτησε,
τοῦ Βαπτιστοῦ, κάραν ἐκτμηθῆναι τὴν ἱεράν,
τότε Ἡρῴδης
τάχιστα,
ἔδεσμα καθάπερ παρατεθέν,
προστάττει ἐν τρυβλίῳ,
δοθῆναι ὥσπερ
δῶρον,
τούτου ἐλέγχουσαν ἄνοιαν.
Ὡς μάρτυς καὶ Προφήτης καὶ Βαπτιστής,
Ὡς μάρτυς καὶ Προφήτης καὶ Βαπτιστής,
ὡς φωνή τε καὶ λύχνος καὶ Ἄγγελος, ὑπὸ Θεοῦ,
μείζων Προφητῶν
τε μαρτυρηθείς,
δυσώπησον τὸν Κύριον,
ῥύσασθαι παντοίων ἐκ πειρασμῶν,
καὶ βλάβης ἐναντίας,
τοὺς πόθῳ ἐκτελοῦντας,
σοῦ τὴν φωσφόρον μνήμην
Πρόδρομε.
Θεοτοκίον
Ὡράθης ὦ Παρθένε Μήτηρ Θεοῦ,
Ὡράθης ὦ Παρθένε Μήτηρ Θεοῦ,
ὑπὲρ φύσιν τεκοῦσα ἐν σώματι, τὸν ἀγαθόν,
Λόγον ἐκ καρδίας
τῆς ἑαυτοῦ,
ὃν ὁ Πατὴρ ἠρεύξατο,
πάντων πρὸ αἰώνων ὡς ἀγαθός,
ὅν νῦν καὶ
τῶν σωμάτων,
ἐπέκεινα νοοῦμεν,
εἰ καὶ τὸ σῶμα περιβέβληται.
ἀγεωργήτως βλαστήσασα Χριστόν,
ὑφ' οὗ τὸ τοῦ
Σταυροῦ, ζωηφόρον ἐν γῇ,
πεφυτουργηται δένδρον.
Διὸ νῦν ὑψουμένου,
προσκυνοῦντες αὐτὸν σὲ μεγαλύνομεν.
Πηγές: Μηναῖον Αὐγούστου, «Φῶς», σελ. 285-286 & http://glt.goarch.org