«Ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε· ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον». Ἰησοῦς Χριστός (Ἰωάν. ιστ΄33).

Παρασκευή 24 Αυγούστου 2018

Τοῦ Ἁγίου Ἱερομάρτυρος & Ἰσαποστόλου Κοσμᾶ τοῦ Αἰτωλοῦ



Ἀπολυτίκιον. Ἦχος γ’. Θείας πίστεως.
Θείας πίστεως, διδασκαλίᾳ, 
κατεκόσμησας, τὴν Ἐκκλησία, 
ζηλωτὴς τῶν Ἀποστόλων γενόμενος· 
καὶ κατασπείρας τὰ θεῖα διδάγματα, 
μαρτυρικῶς τὸν ἀγῶνα ἐτέλεσας. 
Κοσμᾶ ἔνδοξε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, 
δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.


Κοντάκιον. Ἦχος δ’. Ἐπεφάνης σήμερον.
Ὡς φωστὴρ νεόφωτος τὴν Ἐκκλησίαν, 
καταυγάζεις ἅπασαν, Εὐαγγελίου διδαχαῖς, 
Κοσμᾶ Χριστοῦ Ἰσαπόστολε· 
διὸ ἀξίως γεραίρει τὴν μνήμην σου.


Μεγαλυνάριον.
Χαίροις Ἀποστόλων ὁ μιμητής, 
Κοσμᾶ Θεοφόρε, εὐσεβείας ὑφηγητά, 
τοῦ Εὐαγγελίου ὁ θεηγόρος κῆρυξ, 
καὶ τῶν πιστῶν ἁπάντων, θεῖον ἀγλάϊσμα.

Πηγή: synaxarion.gr