Ἦχος δ'
Πίστις ἡ πανεύφημος, καὶ ἡ Ἀγάπη ἡ ἔνδοξος,
Πίστις ἡ πανεύφημος, καὶ ἡ Ἀγάπη ἡ ἔνδοξος,
καὶ Ἐλπὶς ἡ θεόσοφος,
ἀρετῶν ἐπώνυμοι,
τῶν φαεινοτάτων, ἀναδεδειγμέναι,
ἀθλητικῶς τὸν πονηρόν,
καταβαλοῦσαι,
τὸν τὴν Προμήτορα, δολίως ἀπατήσαντα,
τοῦ Παραδείσου τὴν
οἴκησιν,
θεωθεῖσαι ἀπέλαβον,
ὑπὲρ πάντων πρεσβεύουσαι.
Ἦχος δ'
Πυρὸς κατεφρόνησαν, καὶ πολυτρόπων κολάσεων,
Πυρὸς κατεφρόνησαν, καὶ πολυτρόπων κολάσεων,
καὶ θανάτου αἱ
πάνσεμνοι· νυμφίου τὸ κάλλος γάρ,
τοῦ ὡραιοτάτου, πίστει ἐκζητοῦσαι,
διὰ
ποικίλων αἰκισμῶν, ὡραιωθεῖσαι,
τούτῳ συνήφθησαν, Σοφίας τὰ βλαστήματα,
Πίστις Ἐλπὶς καὶ Ἀγάπη τε,
δι᾽ αὐτῶν ἡμᾶς Κύριε,
τῶν δεινῶν
ἐλευθέρωσον.
Πηγή: Μηναῖον Σεπτεμβρίου & glt.goarch.org