«Ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε· ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον». Ἰησοῦς Χριστός (Ἰωάν. ιστ΄33).

Σάββατο 6 Οκτωβρίου 2018

Τοῦ Ἁγίου ἐνδόξου & πανευφήμου Ἀποστόλου Θωμᾶ.



Δοξαστικὸν . Ἦχος πλ. β' . Ἀνατολίου
 
Τὰ θεῖα ἐποπτεύων, Χριστοῦ τῆς σοφίας 

νοητὸς ἀναδέδειξαι κρατήρ, 

μυστικῶς Θωμᾶ Ἀπόστολε, 

ἐν ᾧ τῶν πιστῶν αἱ ψυχαὶ εὐφραίνονται, 

τῇ γὰρ θείᾳ σαγήνῃ τοῦ Πνεύματος, 

λαοὺς ἀνείλκυσας ἐκ βυθοῦ τῆς ἀπογνώσεως· 

ὅθεν ἐκ Σιών, ὡς ποταμὸς τῆς χάριτος ἐξῆλθες,

τὰ σὰ ἐκβλύζων ἔνθεα δόγματα, 

εἰς τὴν σύμπασαν κτίσιν. 

Διὸ τοῦ Χριστοῦ τὰ πάθη ἐκμιμούμενος, 

τὴν πλευρὰν ἐλογχεύθης, 

καὶ ἐν τῷ γνόφῳ εἰσδύσας τῆς ἀφθαρσίας, 

αὐτὸν ἱκέτευε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.



Πηγές:  Μηναῖον Ὀκτωβρίου & http://glt.goarch.org/