Στιχηρὰ Προσόμοια
Ἦχος πλ. α' - Χαίροις ἀσκητικῶν
Χαίροις Ἀρχιερέων Κανών, τῆς Ἐκκλησίας ἀδιάσειστον ἔρεισμα,
τὸ κλέος τῶν Ὀρθοδόξων, ἡ τῶν θαυμάτων πηγή,
τῆς ἀγάπης ῥεῖθρον μὴ κενούμενον,
φωστὴρ ὁ πολύφωτος, τὸ τοῦ Πνεύματος ὄργανον,
ὁ νοῦς ὁ θεῖος, ὁ πραΰς καὶ ἀκέραιος,
ὁ ἁπλότητι, ἀληθεῖ καλλυνόμενος·
Ἄνθρωπε ἐπουράνιε, ἐπίγειε Ἄγγελε,
τοῦ ἀμπελῶνος ἐργάτα, ὁ τοῦ Χριστοῦ φίλος γνήσιος,
αὐτὸν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι
τὸ μέγα ἔλεος.
Ἦχος πλ. α'
Πρᾶος καὶ κληρονόμος τῆς γῆς,
σὺ τῶν πραέων ἀληθῶς ἀναδέδειξαι,
Σπυρίδων Πατέρων δόξα, ὁ ταῖς νευραῖς τῶν σοφῶν,
καὶ ἁπλῶν σου λόγων, θείᾳ χάριτι,
ἐχθρόν τὸν παμπόνηρον, καὶ παράφρονα Ἄρειον,
ἐναποπνίξας, καὶ τὸ δόγμα τὸ ἔνθεον,
καὶ σωτήριον, ἀνυψώσας ἐν Πνεύματι,
πάντας τοὺς ὀρθοδόξους τε, φωτίσας τρανότατα,
ἕνα δοξάζειν τὸν Λόγον, ὡς ἀληθῶς ὁμοούσιον,
Πατρὶ προανάρχῳ, παρεχόμενον τῷ κόσμῳ
τὸ μέγα ἔλεος.
Ἦχος πλ. α'
Πάθη ἀπονεκρώσας σαρκός,
νεκροὺς ἐν χάριτι Θεοῦ ἐξανέστησας,
καὶ ὄφιν χρυσοῦν εἰργάσω, καὶ ποταμοῦ τὰς ὁρμάς,
προσευχῇ σου Πάτερ ἐχαλίνωσας,
νυκτὸς Βασιλεῖ δέ, ἐπιφανεῖς κινδυνεύοντι,
τοῦτον ἰάσω, τῇ καθ' ὕπαρ ἐγγύτητι,
τοῦ Κυρίου σε, παραδόξως δοξάζοντος·
Ὅθεν μεγαλοφώνως σου, τὴν μνήμην γεραίρομεν,
καὶ τῶν λειψάνων Σπυρίδων, τὴν ἱερὰν θήκην σέβομεν,
ἐξ ἧς ἀναβλύζεις, ἰαμάτων θεῖα ῥεῖθρα,
καὶ μέγα ἔλεος.
Πηγή: http://glt.goarch.org/