«Ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε· ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον». Ἰησοῦς Χριστός (Ἰωάν. ιστ΄33).

Κυριακή 15 Νοεμβρίου 2020

Ἀπόστολος τῆς Κυριακῆς Η΄ Λουκᾶ

                        Θεία Κοινωνία « Ι. Ν. «ΜΕΓΑΛΗΣ» ΠΑΝΑΓΙΑΣ - ΑΓΙΟΥ ΔΗΜΗΤΡΙΟΥ ΘΗΒΩΝ

 

Ἐπιστολὴ πρὸς Ἐφεσίους β΄4-10. 

 4 ὁ δὲ Θεὸς πλούσιος ὢν ἐν ἐλέει, διὰ τὴν πολλὴν ἀγάπην αὐτοῦ ἣν ἠγάπησεν ἡμᾶς, 

5 καὶ ὄντας ἡμᾶς νεκροὺς τοῖς παραπτώμασι συνεζωοποίησε τῷ Χριστῷ· χάριτί ἐστε σεσῳσμένοι· 

6 καὶ συνήγειρε καὶ συνεκάθισεν ἐν τοῖς ἐπουρανίοις ἐν Χριστῷ Ἰησοῦ, 

7 ἵνα ἐνδείξηται ἐν τοῖς αἰῶσι τοῖς ἐπερχομένοις τὸν ὑπερβάλλοντα πλοῦτον τῆς χάριτος αὐτοῦ ἐν χρηστότητι ἐφ' ἡμᾶς ἐν Χριστῷ Ἰησοῦ. 

8 τῇ γὰρ χάριτί ἐστε σεσῳσμένοι διὰ τῆς πίστεως· καὶ τοῦτο οὐκ ἐξ ὑμῶν, Θεοῦ τὸ δῶρον, 

9 οὐκ ἐξ ἔργων, ἵνα μή τις καυχήσηται. 

10 αὐτοῦ γάρ ἐσμεν ποίημα, κτισθέντες ἐν Χριστῷ Ἰησοῦ ἐπὶ ἔργοις ἀγαθοῖς, οἷς προητοίμασεν ὁ Θεὸς ἵνα ἐν αὐτοῖς περιπατήσωμεν.

 

Ἅγιος Ἀπόστολος Παῦλος

Πηγή: Καινὴ Διαθήκη, σελ. 771 & myriobiblos.gr 

 

 


Δεν υπάρχουν σχόλια: