Ἀπολυτίκιον. Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Ὡς βρέφος βαστάζουσα, ἐν ταῖς ἀγκάλαις Ἁγνή,
Ὡς βρέφος βαστάζουσα, ἐν ταῖς ἀγκάλαις Ἁγνή,
τὸν πάντων δεσπόζοντα, σάρκα
λαβόντα ἐκ σοῦ,
χαρᾶς ὤφθης πρόξενος·
ὅθεν πᾶσα ἡ κτίσις, ἀνυμνεῖ
χαρμοσύνως,
σήμερον Θεοτόκε, τὴν φρικτήν σου λοχείαν·
πηγὴν γὰρ
ἀθανασίας, κόσμῳ ἐκύησας.
Κοντάκιον Ἦχος πλ. β’.
Ὁ πρὸ Ἑωσφόρου ἐκ Πατρὸς ἀμήτωρ γεννηθεῖς,
Ὁ πρὸ Ἑωσφόρου ἐκ Πατρὸς ἀμήτωρ γεννηθεῖς,
ἐπὶ γῆς ἀπάτωρ ἐσαρκώθη,
σήμερον ἐκ σοῦ·
ὅθεν ἀστὴρ εὐαγγελίζεται Μάγοις,
Ἄγγελοι δὲ μετὰ
Ποιμένων ὑμνοῦσι,
τὸν ἄσπορον τόκον σου, ὦ Κεχαριτωμένη.
Μεγαλυνάριον.
Θρόνος ἐπηρμένος πέλεις Ἁγνή,
Θρόνος ἐπηρμένος πέλεις Ἁγνή,
φέρουσα ὡς βρέφος, τὸν τὰ πάντα ἐν τῇ δρακί,
φέροντα ὡς Κτίστην· ὑμνοῦμέν σου Παρθένε,
τὴν ὄντως ὑπὲρ λόγον
μεγαλειότητα.
Πηγή: synaxarion.gr