«Ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε· ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον». Ἰησοῦς Χριστός (Ἰωάν. ιστ΄33).

Δευτέρα 29 Οκτωβρίου 2018

Τῆς Ὁσίας Ἀναστασίας τῆς Ρωμαίας





Ἀπολυτίκιον. Ἦχος δ’. Ταχὺ προκατάλαβε.
  Ἀσκήσει ἐκλάμψασα, ὥσπερ παρθένος σεμνή, 
ἀθλήσεως αἵμασι, τὴν τῆς ἁγνείας στολήν, 
ἐνθέως ἐφοίνιξας· 
ὅθεν Ἀναστασία, ὡς Ὁσία καὶ Μάρτυς, 
χάριτας ἰαμάτων, ἀπαστράπτεις τῷ κόσμῳ, 
πρεσβεύουσα τῷ Σωτήρι, 
ὑπὲρ τῶν ψυχῶν ἡμῶν.


Κοvτάκιοv. Ἦχος γ’. Ἡ Παρθένος σήμερον.
  Παρθενίας νάμασι, καθηγνισμένη Ὁσία, 
μαρτυρίου αἵμασι, Αvαστασία πλυθεῖσα, 
παρέχεις, τοῖς ἐν ἀνάγκαις τῶν νοσημάτων, 
ἴασιν, καὶ σωτηρίαν τοῖς προσιοῦσιν, 
ἐκ καρδίας· ἰσχὺν γὰρ νέμει, 
Χριστὸς ὁ βρύων, χάριν ἀέναοv.


Μεγαλυνάριον.

Ἔφυς ὥσπερ ῥόδον πανευθαλές,
 ἐν δικαιοσύνης, τοῖς λειμῶσιν ἀσκητικῶς, 
καὶ ὀσμὴν χαρίτων, ἀθλητικῶς ἐκπέμπεις, 
σεμνὴ Ἀναστασία, τοῖς σὲ γεραίρουσι.


Πηγή: synaxarion.gr