Δοξαστικὸν, Τῶν Ἁγίων - Ἦχος πλ. δ'
- Ἀνδρέου Κρήτης
Τοῦ Ἰησοῦ γεννηθέντος ἐν Βηθλεὲμ τῆς Ἰουδαίας,
τῶν Ἰουδαίων τὸ
κράτος κατήργηται.
Σκιρτάτω τὰ Νήπια, ὑπὲρ Χριστοῦ σφαττόμενα,
Ἰουδαία
ὀδυρέσθω· φωνὴ γάρ ἠκούσθη ἐν Ῥαμᾷ,
Ῥαχὴλ κλαίουσα, τὰ τέκνα αὐτῆς.
Βρέφη γὰρ Ἡρῴδης ἀνελὼν ὁ παράνομος,
ἀπεπλήρου τὴν Γραφήν,
τὴν Ἰουδαίαν
ἐμπιπλῶν ἀθώου αἵματος·
καὶ ἡ γῆ μὲν ἠρυθραίνετο τοῖς τῶν Νηπίων
αἵμασιν·
ἡ ἐξ Ἐθνῶν δὲ ἐκκλησία, μυστικῶς ἁγνίζεται,
καὶ στολὴν
ἐνδύεται.
Ἦλθεν ἡ ἀλήθεια, ὁ Θεὸς ἐπέφανε,
τοῖς ἐν σκιᾷ καθημένοις,
ἐκ
Παρθένου γεννηθείς, εἰς τὸ σῶσαι ἡμᾶς.
Τῆς Ἑορτῆς
- Ἦχος πλ. δ'
Κύριε, ἐν Βηθλεὲμ παραγέγονας,
Κύριε, ἐν Βηθλεὲμ παραγέγονας,
ἐν τῷ Σπηλαίῳ παρῴκησας,
ὁ οὐρανὸν
τὸν θρόνον ἔχων,
ἐν φάτνῃ ἀνεκλίθης,
ὃν στρατιαὶ κυκλοῦσιν Ἀγγέλων,
Ποιμέσι συγκατέβης,
ἵνα σώσῃς ὡς εὔσπλαγχνος
τὸ γένος ἡμῶν δόξα σοι.
Πηγή: Μηναῖον & http://glt.goarch.org/