«Ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε· ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον». Ἰησοῦς Χριστός (Ἰωάν. ιστ΄33).

Δευτέρα 1 Ιουλίου 2019

Τῶν Ἁγίων καὶ θαυματουργῶν Ἀναργύρων Κοσμᾶ καὶ Δαμιανοῦ

 
 
 
Α' Στιχηρὸν τῶν Ἁγίων Ἀναργύρων
Ἦχος πλ. β'. Αὐτόμελον ΤΟ ΑΚΟΥΤΕ
Ὅλην ἀποθέμενοι,
ἐν οὐρανοῖς τὴν ἐλπίδα,
θησαυρὸν ἀσύλητον,
ἑαυτοῖς οἱ Ἅγιοι ἐθησαύρισαν,
δωρεὰν ἔλαβον,
δωρεὰν διδοῦσι,
τοῖς νοσοῦσι τὰ ἰάματα,
χρυσὸν ἢ ἄργυρον,
εὐαγγελικῶς οὐκ ἐκτήσαντο,
ἀνθρώποις τε καὶ κτήνεσι,
τάς εὐεργεσίας μετέδωκαν,
ἵνα διὰ πάντων,
ὑπήκοοι γενόμενοι Χριστῷ,
ἐν παρρησίᾳ πρεσβεύωσιν,
ὑπὲρ τῶν ψυχῶν ἡμῶν. 
 
Β' Στιχηρὸν τῶν Ἁγίων Ἀναργύρων
Ἦχος πλ. β'
Ὕλην ἑβδελύξαντο, τὴν ἐπὶ γῆς φθειρομένην,
 οὐρανοπολῖται δέ, ἐν σαρκὶ ἰσάγγελοι ἐχρημάτισαν,
 ἡ ὁμόφρων σύσκηνος, ξυνωρὶς ὁμότροπος, 
τῶν Ἁγίων καὶ ὁμόψυχος· διὸ τοῖς κάμνουσι, 
πᾶσι τὰς ἰάσεις βραβεύουσιν, 
ἀνάργυρον παρέχοντες, τὴν εὐεργεσίαν τοῖς χρῄζουσιν. 
Οὓς ἐν ἐτησίοις, τιμήσωμεν ἀξίως ἑορταῖς, 
ἐν παρρησίᾳ πρεσβεύοντας, ὑπὲρ τῶν ψυχῶν ἡμῶν. 
 
 
Γ' Στιχηρὸν τῶν Ἁγίων Ἀναργύρων
Ἦχος πλ. β'
Ὅλην εἰσοικίσασα, ἐν ἑαυτῇ τὴν Τριάδα, 
δυὰς ἡ ἀοίδιμος, Κοσμᾶς καὶ Δαμιανὸς οἱ θεόφρονες, 
ὡς κρουνοὶ βλύζουσιν, ἐκ πηγῆς νάματα, 
ζωηφόρου τῶν ἰάσεων, ὧν καὶ τὰ λείψανα, 
πάθη δι' ἁφῆς θεραπεύουσι, καὶ μόνα τὰ ὀνόματα,
 νόσους ἐκ βροτῶν ἀπελαύνουσι, πάντων τῶν προσφύγων,
 σωτήριοι τελοῦντες, τῷ Χριστῷ, 
ἐν παρρησίᾳ πρεσβεύουσιν, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
 
 
Δοξαστικὸν
Ἦχος πλ. β'
Ἀνατολίου
Ἀτελεύτητος ὑπάρχει τῶν Ἁγίων ἡ χάρις,
 ἣν παρὰ Χριστοῦ ἐκομίσαντο· ὅθεν αὐτῶν καὶ τὰ λείψανα, 
ἐκ θείας δυνάμεως, διηνεκῶς ἐνεργοῦσι τοῖς θαύμασιν, 
ὧν καὶ τὰ ὀνόματα μόνα, ἐκ πίστεως ἐπιβοώμενα,
 τῶν ἀνιάτων ἀλγηδόνων ἀπαλλάττουσι. 
Δι' ὧν Κύριε καὶ ἡμᾶς, 
τῶν τῆς ψυχῆς καὶ τοῦ σώματος παθῶν 
ἐλευθέρωσον, ὡς φιλάνθρωπος.
 
Θεοτοκίον
Ἦχος πλ. β'
Τὶς μὴ μακαρίσει σε, Παναγία Παρθένε;
 τὶς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον·
 ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, 
ὁ αὐτὸς ἐκ σοῦ τῆς ἁγνῆς προῆλθεν, 
ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, 
καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, 
οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, 
ἀλλ' ἐν δυάδι φύσεων ἀσυγχύτως γνωριζόμενος. 
Αὐτὸν ἱκέτευε, σεμνὴ παμμακάριστε, 
ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.  
 
Πηγή: ἐδῶ