Ἐπιστολὴ πρὸς Ρωμαίους ιε΄1-7.
1 Ὀφείλομεν δὲ ἡμεῖς οἱ δυνατοὶ τὰ
ἀσθενήματα τῶν ἀδυνάτων βαστάζειν, καὶ μὴ ἑαυτοῖς ἀρέσκειν.
2 ἕκαστος
ἡμῶν τῷ πλησίον ἀρεσκέτω εἰς τὸ ἀγαθὸν πρὸς οἰκοδομήν·
3 καὶ γὰρ ὁ
Χριστὸς οὐχ ἑαυτῷ ἤρεσεν, ἀλλὰ καθὼς γέγραπται· οἱ ὀνειδισμοὶ τῶν
ὀνειδιζόντων σε ἐπέπεσον ἐπ' ἐμέ.
4 ὅσα γὰρ προεγράφη, εἰς τὴν ἡμετέραν
διδασκαλίαν προεγράφη, ἵνα διὰ τῆς ὑπομονῆς καὶ τῆς παρακλήσεως τῶν
γραφῶν τὴν ἐλπίδα ἔχωμεν.
5 ὁ δὲ Θεὸς τῆς ὑπομονῆς καὶ τῆς παρακλήσεως
δῴη ὑμῖν τὸ αὐτὸ φρονεῖν ἐν ἀλλήλοις κατὰ Χριστὸν Ἰησοῦν,
6 ἵνα
ὁμοθυμαδὸν ἐν ἑνὶ στόματι δοξάζητε τὸν Θεὸν καὶ πατέρα τοῦ Κυρίου ἡμῶν
Ἰησοῦ Χριστοῦ.
7 διὸ προσλαμβάνεσθε ἀλλήλους, καθὼς καὶ ὁ Χριστὸς
προσελάβετο ἡμᾶς εἰς δόξαν Θεοῦ.
Ἅγιος Ἀπόστολος Παῦλος
Καινὴ Διαθήκη, σελ. 653-654 & myriobiblos.gr.
Καινὴ Διαθήκη, σελ. 653-654 & myriobiblos.gr.