«Ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε· ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον». Ἰησοῦς Χριστός (Ἰωάν. ιστ΄33).

Παρασκευή 13 Σεπτεμβρίου 2019

Πρὸς τιμὴν τῶν ἐγκαινίων τοῦ Πανίεροῦ Ναοῦ τῆς Ἀναστάσεως

Ὁ Πανάγιος Τάφος ἐντὸς τοῦ Πανίερου Ναοῦ τῆς Ἀναστάσεως

Ἀπολυτίκιον. Ἦχος δ’.
Ὡς τοῦ ἄνω στερεώματος τὴν εὐπρέπειαν, 
καὶ τὴν κάτω συναπέδειξας ὡραιότητα, 
τοῦ ἁγίου σκηνώματος τῆς δόξης σου, Κύριε. 
Στερέωσον αὐτὸ εἰς αἰῶνα αἰῶνος, 
καὶ πρόσδεξαι ἡμῶν, τὰς ἐν αὐτῷ ἀπαύστως,
 προσαγομένας σοι δεήσεις, διὰ τῆς Θεοτόκου,
 ἡ πάντων ζωὴ καὶ ἀνάστασις.


Κοντάκιον. Ἦχος δ’. Ἐπεφάνης σήμερον.
  Οὐρανὸς πολύφωτος ἡ Ἐκκλησία, 
ἀνεδείχθη ἅπαντας, φωταγωγοῦσα τοὺς πιστούς· 
ἐν ᾧ ἑστῶτες κραυγάζομεν· 
Τοῦτον τὸν οἶκον, στερέωσον Κύριε.


Μεγαλυνάριον.
  Αἵματί σου Λόγε ζωοποιῷ, 
ἁγιαζομένη, Ἐκκλησία σου ἡ σεπτή, 
οἶκόν σοι καινίζει, τῇ σῇ ἐπισκιάσει,
 εἰς δόξαν τῆς σῆς θείας, μεγαλειότητος.

Πηγή: synaxarion.gr