«Ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε· ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον». Ἰησοῦς Χριστός (Ἰωάν. ιστ΄33).

Κυριακή 29 Σεπτεμβρίου 2019

Πρὸς τιμὴν τοῦ Ὁσίου Κυριακοῦ τοῦ Ἀναχωρητοῦ





Ἀπολυτίκιον. Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Χριστῷ ἠκολούθησας, καταλιπῶν τὰ τῆς γῆς, 
καὶ βίον ἰσάγγελον, ἐπολιτεύσω σαφῶς, 
ὡς ἄσαρκος Ὅσιε·
 σὺ γὰρ ἐν ταῖς ἐρήμοις, προσχωρῶν θείῳ πόθῳ, 
 σκίλλῃ πικρᾷ τὴν πάλαι, πικρὰν γεῦσιν ἀπώσω.
 Διὸ Κυριακὲ θεοφόρε, ἀξίως δεδόξασαι.


Ἕτερον Ἀπολυτίκιον. Ἦχος α’. Τῆς ἐρήμου πολίτης.
Ἀπαλῶν ἐξ ὀνύχων τῷ Χριστῷ ἠκολούθησας, 
ὴν ἀγγελικὴν πολιτείαν ὁλοτρόπως ἑλόμενος·
διὸ ἐν ταῖς ἐρήμοις προσχωρῶν, 
τῶν θείων ἠξιώθης δωρεῶν, 
θεραπεύων πᾶσαν νόσον Κυριακέ, 
τῶν πίστει προσιόντων σοι. 
Δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, 
δόξα τῷ σὲ στεφανώσαντι,
 δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ, πᾶσιν ἰάματα.


Κοντάκιον. Ἦχος πλ. δ’. Τῇ ὑπερμάχῳ.
Ὡς ὑπερμάχῳ κραταιῷ καὶ ἀντιλήπτορι
Ἡ σὲ τιμῶσα ἱερὰ Λαύρα ἑκάστοτε
Ἑορτάζει τὰ μνημόσυνα ἐτησίως.
Ἀλλ’ ὡς ἔχων παρρησίαν πρὸς τὸν Κύριον
Ἐξ ἐχθρῶν ἐπεμβαινόντων ἡμᾶς φρούρησον,
Ἵνα κράζωμεν, χαίροις Πάτερ τρισόλβιε.


Μεγαλυνάριον.
Ἄστρον ἐκ Κορίνθου ἀναφανείς, 
ἐν τῇ Παλαιστίνῃ, διαλάμπεις ἀσκητικῶς, 
καὶ καταπυρσεύεις, Χριστοῦ τὴν Ἐκκλησίαν,
 Κυριακὲ θεόφρον, τοῖς σοῖς παλαίσμασι.

Πηγή: synaxarion.gr