«Ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε· ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον». Ἰησοῦς Χριστός (Ἰωάν. ιστ΄33).

Πέμπτη 21 Νοεμβρίου 2019

Πρὸς τιμὴν τῶν Εἰσοδίων τῆς Ὑπεραγίας Θεοτόκου

 
 
Στιχηρὰ Προσόμοια τῆς Ἑορτῆς . Ἦχος α'
Ὢ τοῦ παραδόξου θαύματος ΤΟ ΑΚΟΥΤΕ
Σήμερον πιστοὶ χορεύσωμεν, 
ἐν ψαλμοῖς καὶ ὕμνοις, 
τῷ Κυρίῳ ᾄδοντες, 
τιμῶντες καὶ τὴν αὐτοῦ, 
ἡγιασμένην σκηνήν, 
τὴν ἔμψυχον κιβωτόν, 
τὴν τὸν ἀχώρητον Λόγον χωρήσασαν· 
προσφέρεται γὰρ Θεῷ, 
ὑπερφυῶς τῇ σαρκὶ νηπιάζουσα, 
καὶ Ἀρχιερεὺς ὁ μέγας, 
Ζαχαρίας δέχεται,
 εὐφραινόμενος ταύτην, 
ὡς Θεοῦ κατοικητήριον. 
 
 
Ἦχος α'
Σήμερον ναὸς ὁ ἔμψυχος, 
τῆς ἁγίας δόξης, 
Χριστοῦ τοῦ Θεοῦ ἡμῶν,
 ἡ μόνη ἐν γυναιξίν, 
εὐλογημένη Ἁγνή, 
προσφέρεται τῷ Ναῷ, 
τῷ νομικῷ κατοικεῖν εἰς τὰ Ἅγια,
 καὶ χαίρουσι σὺν αὐτῇ, 
Ἰωακεὶμ καὶ ἡ Ἄννα τῷ πνεύματι,
 καὶ παρθενικαὶ χορεῖαι, 
τῷ Κυρίω ᾄδουσι ψαλμικῶς μελῳδοῦσαι, 
καὶ τιμῶσαι τὴν Μητέρα αὐτοῦ.
 
 
Ἦχος α'
Σὺ τῶν Προφητῶν τὸ κήρυγμα,
 Ἀποστόλων δόξα, καὶ Μαρτύρων καύχημα, 
καὶ πάντων τῶν γηγενῶν ἡ ἀνακαίνισις, 
Παρθένε Μήτηρ Θεοῦ· 
διὰ γὰρ σοῦ τῷ Θεῷ κατηλλάγημεν. 
Διὸ τιμῶμεν τὴν σήν, 
ἐν τῷ ναῷ τοῦ Κυρίου προέλευσιν,
 καὶ σὺν τῷ Ἀγγέλῳ πάντες, 
ψαλμικῶς τὸ Χαῖρέ σοι, 
τῇ πανσέμνῳ βοῶμεν, 
τῇ πρεσβείᾳ σου σῳζόμενοι. 
 
 
Πηγή: Μηναῖον Νοεμβρίου &  glt.goarch.org