Ἀπολυτίκιον Ήχος πλ. α'. Τον συνάναρχον Λόγον.
Ἀναλήψεως Μάνδρας σεπτὸν δομήτορα,
χαροποιοῦ πένθους μύστην, καρδιακῆς προσευχῆς,
ταπεινώσεως καὶ νήψεως τὸ ἔσοπτρον,
ὕμνοις, Γεώργιον, πιστοί, ὥσπερ ὁμολογητῶν,
τιμήσωμεν νέον εὖχος βοῶντες·
Φρούρει θεόθεν, σημειοφόρε,
τοὺς ἱκέτας σου.
Κοντάκιον. Ἦχος πλ.δ΄. Τῇ Ὑπερμάχῳ.
Τὸν γεωργὸν τῆς ἀρετῆς τὸν ἀκατάβλητον,
ψυχὰς ἀρότρῳ εὐσεβείας γεωργήσαντα
καὶ ἀγάπης, μελωδήσωμεν εὐσχημόνως
ἐν τοῖς χρόνοις τοῖς ἐσχάτοις καὶ δομήσαντα
Ἀναλήψεως Μονὴν ἐν Δράμᾳ κράζοντες
ὕμνοις πρέπουσι· Χαίροις, μάκαρ Γεώργιε.
Μεγαλυνάρια
Κτίτορ Ἀναλήψεως τῆς Μονῆς
τῆς σεπτῆς ἐν Δράμᾳ, ὁ ἀσκήσει καὶ προσευχῇ
θεωθεὶς ἀρτίως, Γεώργιε, ἀξίως
παντοίων ἰαμάτων χάριν ἀπείληφας.
Θήκην προσκυνοῦντες τὴν ἱερὰν
σῶν σεπτῶν λειψάνων, τὴν ὑπάρχουσαν θαυμαστῶς
ἰαμάτων κρήνην σὲ ἀνυμνολογοῦμεν,
Γεώργιε, ὁσίων νέων καλλώπισμα.
Πηγή: Ἀκολουθίαι τοῦ ἐν Ὁσίοις θεοφόρου πατρὸς ἡμῶν Γεωργίου Ὁμολογητοῦ τοῦ ἐν Δράμᾳ, «Ἱερὰ Μονὴ Άναλήψεως, Ταξιάρχαι Δράμας», σελ. 6.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου