«Ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε· ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον». Ἰησοῦς Χριστός (Ἰωάν. ιστ΄33).

Δευτέρα 11 Ιανουαρίου 2021

Τοῦ Ὁσίου Θεοδοσίου τοῦ Κοινοβιάρχου καὶ Καθηγητοῦ τῆς Ἐρήμου

 


Ἀπολυτίκιον. Ἦχος πλ. α’. Τὸν συνάναρχον Λόγον.

Ἀρεταῖς θεοσδότοις ἐκλάμψας Ὅσιε, 
Μοναστικῆς πολιτείας ὤφθης λαμπρὸς χαρακτήρ, 
καὶ φωστὴρ θεοειδὴς Πάτερ καὶ ἔξαρχος, 
Θεοδόσιε σοφέ, τῶν Ἀγγέλων μιμητά, 
θεράπων ὁ τῆς Τριάδος· 
ἣν ἐκδυσώπει ἀπαύστως,
ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Κοντάκιον. Ἦχος πλ. δ’. Τὴ ὑπερμάχω.

Πεφυτευμένος ἐν αὐλαῖς ταῖς τοῦ Κυρίου σου

Τὰς σὰς ὁσίας ἀρετὰς τερπνῶς ἐξήνθησας

Καὶ ἐπλήθυνας τὰ τέκνα σου ἐν ἐρήμῳ,

Τῶν δακρύων σου τοῖς ὄμβροις ἀρδευόμενα,

Ἀγελάρχα τῶν Θεοῦ θείων ἐπαύλεων·

Ὅθεν κράζομεν, χαίροις Πάτερ Θεοδόσιε.

 

Μεγαλυνάριον.

Δόσιν θεοδώρητον εἰληφώς, 
δόσεσιν ὁσίαις, τὰς χορείας τῶν Μοναστῶν, 
ἱερῶς ῥυθμίσας, δοτοὺς Θεῷ προσῆξας, 
τοὺς σοὶ ἐφαπομένους, ὦ Θεοδόσιε.
 
Πηγή: synaxarion.gr 

Δεν υπάρχουν σχόλια: