Ἀπολυτίκιον. Ἦχος γ’. Θείας πίστεως.
Θείῳ
Πνεύματι, ἀφθαρτισθέντες,
πολυχρόνιον, ἤνυσαν ὕπνον,
οἱ ἐν Ἐφέσῳ ἑπτάριθμοι Μάρτυρες
καὶ ἀναστάντες πιστοὺς ἐβεβαίωσαν,
τὴν τῶν ἀνθρώπων κοινὴν ἐξανάστασιν·
ὅθεν ἅπαντες, συμφώνως τούτους τιμήσωμεν,
δοξάζοντες Χριστὸν τὸν πολυέλεον.
Κοντάκιον. Ἦχος δ’. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Οἱ
τὰ τοῦ κόσμου ὡς φθαρτὰ παριδόντες,
καὶ τὰς ἀφθάρτους δωρεὰς εἰληφότες,
διαφθορᾶς διέμειναν θανόντες παρεκτός·
ὅθεν ἐξανίστανται, μετὰ πλείονας χρόνους,
ἅπασαν ἐνθάψαντες, δυσμενῶν ἀπιστίαν·
οὓς ἐν αἰνέσει σήμερον πιστοί,
ἀνευφημοῦντες, Χριστὸν ἀνυμνήσωμεν.
Μεγαλυνάριον.
Δόγμα
ἀκυροῦται νεκροποιόν·
οἱ γὰρ θεῖοι Παῖδες, ἀναστάντες ἐκ τῶν νεκρῶν,
ἐδήλωσαν πᾶσι, τὴν μέλλουσαν γενέσθαι,
ἐν τῇ ἐσχάτῃ ὥρᾳ, βροτῶν ἀνάστασιν.
Πηγή: synaxarion.gr
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου