«Ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε· ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον». Ἰησοῦς Χριστός (Ἰωάν. ιστ΄33).

Παρασκευή 26 Μαρτίου 2021

Τῃ ΚΣΤ' τοῦ αὐτοῦ μηνὸς Μαρτίου ἡ σύναξις τοῦ Ἀρχαγγέλου Γαβριήλ.


  

Εἰς τὸν Στίχον ψάλλομεν τὰ ἑξῆς:

Ἦχος πλ. δ'. Ὢ τοῦ παραδόξου θαύματος ΤΟ ΑΚΟΥΤΕ

 
Ἄρχων τῶν ἄνω δυνάμεων, ὁ Γαβριὴλ καταπτάς, 

τὴν Παρθένον ἀσπάζεται, χαῖρε λέγων ὄχημα, 

καθαρὸν τῆς Θεότητος, σὲ ἐξ αἰῶνος Θεὸς ἠγάπησεν, 

εἰς κατοικίαν τε ᾑρετίσατο· 

δοῦλος Δεσπότου σου, παρουσίαν πάρειμι, ἀναβοῶν· 

τέξῃ οὖν τὸν Κύριον, ἄφθορος μένουσα.


Στίχ. Εὐαγγελίζεσθε ἡμέραν ἐξ ἡμέρας τὸ σωτήριον τοῦ Θεοῦ ἡμῶν.
 

Τί σου τὸ εἶδος τὸ πύρινον, τῷ Γαβριὴλ ἡ Σεμνή, 

μέτ' ἐκπλήξεως ἔφησε· 

τί σου τὸ ἀξίωμα, καὶ τῶν λόγων ἡ δύναμις; 

παιδοποιΐαν προσεπαγγέλλῃ μοι, 

ἐγὼ δὲ πεῖραν, ἀνδρὸς οὐ κέκτημαι, 

ἄπιθι πόρρωθεν, μὴ πλανήσῃς ἄνθρωπε, ὥς περ τὸ πρίν, 

Εὔαν τὴν προμήτορα, ὄφις ὁ δόλιος.


Στίχ. ᾌσατε τῷ Κυρίῳ ᾆσμα καινόν, ᾄσατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ.
 

Πνεῦμα Θεοῦ τὸ πανάγιον, ἥξει Ἁγνὴ ἐπὶ σέ, 

Θεοχώρητε Δέσποινα, καὶ ἐπισκιάσει σοι, 

τοῦ Ὑψίστου ἡ δύναμις, καὶ τέξῃ παῖδα διατηροῦντά σου, 

τὴν παρθενίαν ἀπαρασάλευτον, οὗτος Υἱὸς ἐστιν, 

ἀγενεαλόγητος, οὗτος ὀφθείς, 

σώσει τὸν λαὸν αὐτοῦ, καθὼς ηὐδόκησε. 


Θεοτοκίον. Ἦχος πλ. δ'. Ὢ τοῦ παραδόξου θαύματος ΤΟ ΑΚΟΥΤΕ

 
Τῷ ἕκτῳ μηνί, ἀπεστάλη ὁ Ἀρχάγγελος πρὸς Παρθένον ἁγνήν,

 καὶ χαίρειν αὐτῇ προσειπών, 

εὐηγγελίσατο ἐξ αὐτῆς τὸν Λυτρωτὴν προελθεῖν. 

Ὅθεν δεξαμένη τὸν ἀσπασμόν, 

συνέλαβέ σε τὸν προαιώνιον Θεόν, τ

ὸν ἀφράστως εὐδοκήσαντα ἐνανθρωπῆσαι, 

εἰς σωτηρίαν τῶν ψυχῶν ἡμῶν. 

 

Πηγή: Μηναῖον Μαρτίου & glt.goarch.org




Δεν υπάρχουν σχόλια: