Ἀπολυτίκιον. Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Στολαῖς ταῖς ἐξ αἵματος, ὡραϊζόμενος,
Κυρίῳ παρίστασαι, τῷ Βασιλεῖ οὐρανῶν,
Χριστοφόρε ἀοίδιμε·
ὅθεν σὺν Ἀσωμάτων, καὶ Μαρτύρων χορείαις,
ᾄδεις τῇ τρισαγίῳ, καὶ φρικτῇ μελῳδίᾳ,
διὸ ταῖς ἱκεσίαις ταῖς σαῖς,
σῶζε τοὺς δούλους σου.
Κοντάκιον. Ἦχος δ’. Ἐπεφάνης σήμερον.
Χριστὸν φέρων ἔνδοξε, ἐν τῇ ψυχῇ σου,
ἰσχυρῶς κατέβαλες, τῶν ἐναντίων τὰς ἀρχάς·
διὸ Χριστὸν ἐκδυσώπησον, ὦ Χριστοφόρε,
ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Μεγαλυνάριον.
Μάρτυς
ἀκατάπληκτος καὶ στερρός,
πέλων τῇ ἰδέᾳ, Χριστοφόρε καὶ τῷ νοΐ,
τῶν ἀντικειμένων, κατέπληξας τὰ στίφη,
ἀθλήσας ὑπὲρ φύσιν, πόθῳ τοῦ Κτίστου σου.
Πηγή: synaxarion.gr
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου