Ἀπολυτίκιον. Ἦχος β’.
Τῆς
Θεοτόκου ἡ πόλις, τῇ Θεοτόκῳ προσφόρως,
τὴν ἑαυτῆς ἀνατίθεται σύστασιν·
ἐν αὐτῇ γὰρ ἐστήρικται διαμένειν,
καὶ δι’ αὐτῆς περισώζεται καὶ κραταιοῦται,
βοῶσα πρὸς αὐτὴν·
χαῖρε ἡ ἐλπὶς πάντων τῶν περάτων τῆς γῆς.
Κοντάκιον. Ἦχος β’. Τοῖς τῶν αἱμάτων.
Ὡς
περιόσιος κλῆρος ἡ πόλις σου,
προσανατίθεται Κόρη τῇ σκέπῃ σου·
ἣν σκέποις ἀμάχῳ ἰσχύϊ σου,
σοὶ ἀφορῶσαν Παρθένε καὶ κράζουσαν·
Σὺ εἶ τοῦ λαοῦ σου ἀσφάλεια.
Μεγαλυνάριον.
Πόλις
ἡ περίοπτος τοῦ Χριστοῦ,
Κεχαριτωμένη, Παντευλόγητε Μαριάμ,
ἥνπερ ἔσχες πόλιν, ὡς σχοίνισμα καὶ κλῆρον,
φυλάττοις τε καὶ σώζοις, τῇ προμηθείᾳ σου.
Πηγή: synaxarion.gr
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου