Ἀπολυτίκιον. Ἦχος α’. Τὸν τάφον σου Σωτήρ.
Προφήτην
σε πιστόν, καὶ τῶν ἄνω ἐπόπτην,
ἀνέδειξεν Ἀμώς, ἐκ ποιμνίου ὁ Λόγος,
τοῦ βίου σου δεξάμενος, εὐμενῶς τὴν χρηστότητα·
ὅθεν ἤλεγξας, τοὺς ἀσεβοῦντας ἀνδρείως,
καὶ τὸν θάνατον, μαρτυρικῶς δεδεγμένος,
ζωῆς θείας ἔτυχες.
Κοντάκιον. Ἦχος β’. Τοῖς τῶν αἱμάτων σου.
Τὴν
θεοδώρητον φαίνων ἐνέργειαν,
προφητικῷ ἀξιώματι ἔλαμψας,
καὶ πᾶσι προλέγων τὰ μέλλοντα,
τὴν τῶν ἀνθρώπων ἀνόρθωσιν εἴρηκας,
Ἀμὼς ὡς Προφήτης θεόληπτος.
Μεγαλυνάριον.
Χαίροις
ὦ Προφῆτα Θεοῦ Ἀμώς·
τὴν γὰρ πεπτωκυῖαν, ὡς προέφης σκηνὴν Δαβίδ,
σαρκωθεὶς ὁ Λόγος, ἀνέστησεν ἐνδόξως,
καὶ ταύτην θεουργήσας, Πατρὶ προσήγαγε.
Πηγή: synaxarion.gr
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου