«Ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε· ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον». Ἰησοῦς Χριστός (Ἰωάν. ιστ΄33).

Πέμπτη 1 Ιουλίου 2021

Τῶν Ἁγίων καὶ θαυματουργῶν Ἀναργύρων Κοσμᾶ καὶ Δαμιανοῦ


 

 

Ἀπολυτίκιον. Ἦχος πλ. δ’.

Ἅγιοι Ἀνάργυροι καὶ θαυματουργοί, 

ἐπισκέψασθε τὰς ἀσθενείας ἡμῶν· 

δωρεὰν ἐλάβατε, δωρεὰν δότε ἡμῖν.

 

 

Ἕτερον ἀπολυτίκιον. Ἦχος δ'. Ταχὺ προκατάλαβε.
Ὡς θεῖοι θεράποντες, καὶ ἰατῆρες βροτῶν, 

ἀνάργυρον βλύζετε, τὴν θεραπείαν ἡμῖν, 

Ἀνάργυροι ἔνδοξοι· 

ὅθεν τοὺς προσιόντας, τῇ σεπτῇ ὑμῶν σκέπῃ, 

 ῥύσασθε νοσημάτων, καὶ παθῶν ἀνιάτων,

 Κοσμᾶ καὶ Δαμιανέ, Ῥώμης βλαστήματα.


 

Κοντάκιον. Ἦχος β’.
Οἱ τὴν χάριν λαβόντες τῶν ἰαμάτων, 

ἐφαπλοῦτε τὴν ῥῶσιν τοῖς ἐν ἀνάγκαις, 

ἰατροὶ θαυματουργοὶ ἔνδοξοι· 

ἀλλὰ τῇ ὑμῶν ἐπισκέψει, 

καὶ τῶν πολεμίων τὰ θράση κατευνάσατε, 

τὸν κόσμον ἰώμενοι ἐν τοῖς θαύμασι.


 

Μεγαλυνάριον.
Ἴασιν σωμάτων ῥῶσιν ψυχῶν, 

Κοσμᾶ θεοφόρε, σὺν τῷ θείῳ Δαμιανῷ, 

νείματε ὑψόθεν, ἀΰλῳ χειρουργίᾳ, 

τοῖς κατατρυχομένης, ποικίλοις πάθεσι.

 

Πηγή: synaxarion.gr 

 

 

 


Δεν υπάρχουν σχόλια: