«Ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε· ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον». Ἰησοῦς Χριστός (Ἰωάν. ιστ΄33).

Τετάρτη 7 Ιουλίου 2021

Τοῦ Ὁσίου Θωμᾶ τοῦ ἐν Μαλεώ


 

Ἀπολυτίκιον. Ἦχος γ’. Τὴν ὡραιότητα.
Τὴν διαρρέουσαν δόξαν ἀπέρριψας, 

καὶ τὸν τοῦ Κτίσαντος, ζυγὸν ἠγάπησας, 

ἀγγελικὴν ἐπὶ τῆς γῆς, ἑλόμενος πολιτείαν· 

ὅθεν χαρισμάτων σε, δωρεαῖς κατεπλούτισε, 

Χριστὸς ὁ Φιλάνθρωπος, ὁ δοξάσας τὸν βίον σου· 

ᾧ πρέσβευε Θωμᾶ θεοφόρε, ῥῦσαι ἡμᾶς πάσης ἀνάγκης.


Κοντάκιον. Ἦχος πλ. δ’. Τῇ ὑπερμάχῳ.

Ὡς τοῦ Σωτῆρος ὀπαδὸν καὶ φίλον γνήσιον

Καὶ τῶν Ὁσίων μιμητὴν καὶ ἀκροθίνιον

Ἀνυμνοῦμεν σε ἀξίως, Θωμᾶ θεόφρον·

Σὺ γὰρ ὤφθης ἀπαθείας ἐνδιαίτημα

Καὶ θαυμάτων αὐτουργὸς ἐκ θείας χάριτος
Τοῖς βοῶσί σοι, χαίροις Πάτερ τρισόλβιε.


Μεγαλυνάριον.
Κόσμου ἀπωσάμενος τὰ τερπνά,

 πόθῳ ᾠκειώσω, ὑπερκόσμια ἀγαθά, δι’ ἐνθέου βίου, 

Θωμᾶ θαυματοφόρε, δι’ οὗ θαυμάτων ὤφθης, 

Πάτερ ἀνάπλεως.

 

Πηγή: synaxarion.gr 

Δεν υπάρχουν σχόλια: