«Ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε· ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον». Ἰησοῦς Χριστός (Ἰωάν. ιστ΄33).

Δευτέρα 16 Αυγούστου 2021

Τοῦ Ἁγίου Διομήδους τοῦ Ἀναργύρου

 


 

Ἀπολυτίκιον. Ἦχος α’. Τῆς ἐρήμου πολίτης.
Τῶν σωμάτων τὰς νόσους θεραπεύων Διόμηδες, 

καὶ ψυχῶν τὴν ῥῶσιν ἐν λόγῳ, ἀληθείας ἐβράβευες· 

τὴν θείαν εἰληφὼς γὰρ δωρεάν, 

τοῖς πάσχουσι ποικίλως βοηθεῖς· 

καὶ Μαρτύρων ταῖς ἀκτῖσι, καταυγασθεὶς, 

σώζεις τοὺς ἐκβοῶντάς σοι· 

δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, 

δόξα τῷ σὲ στεφανώσαντι, 

δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πᾶσιν ἰάματα.

 


Κοντάκιον. Ἦχος πλ. β’. Τὴν ὑπὲρ ἡμῶν.
Τὴν ἰατρικήν, κτησάμενος ἐπιστήμην, 

τῆς ἀθλητικῆς, ηὐμοίρησας εὐκληρίας, 

ὡς κήρυξας ἐνδόξως, Χριστὸν τὸν Θεὸν ἡμῶν, 

παμμακάριστε Διόμηδες, Ἀναργύρων ἐγκαλλώπισμα, 

καὶ προστάτα τῶν βοώντων σοι· 

Αὐτὸς γενοῦ ἰατήρ, τοῖς σοῖς δούλοις σοφέ.

 


Μεγαλυνάριον.
Χάριν ἰαμάτων ἀπολαβών, 

ψυχῶν καὶ σωμάτων, θεραπεύεις πάθη δεινά·

 ὅθεν κἀμοὶ νεῖμον, Διόμηδες παμμάκαρ, 

ὑγείαν τὴν κατ’ ἄμφω, ἵνα γεραίρω σε.

 

Πηγή: synaxarion.gr 

Δεν υπάρχουν σχόλια: