«Ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε· ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον». Ἰησοῦς Χριστός (Ἰωάν. ιστ΄33).

Παρασκευή 27 Αυγούστου 2021

Τοῦ Ἁγίου Μεγαλομάρτυρος Φανουρίου


 

Ἀπολυτίκιον. Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Ὡς ἄστρον ἀνέτειλας, τῇ Ἐκκλησίᾳ Χριστοῦ, 

καὶ πάντας κατηύγασας, φανερωθεὶς θαυμαστῶς, 

Φανούριε ἔνδοξε· 

ὅθεν τοῖς εὔφημοῦσι, τὴν σὴν ἄθλησιν Μάρτυς, 

νέμεις τῶν σῶν θαυμάτων, τῆν σωτήριον χάριν, 

πρεσβεύων τῷ Κυρίῳ, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

 


Κοντάκιον. Ἦχος γ’. Ἡ Παρθένος σήμερον.
Ἱερεῖς διέσωσας, αἰχμαλωσίας ἀθέου, 

καὶ δεσμὰ συνέθλασας, δυνάμει θείᾳ θεόφρον, 

ᾔσχυνας, τυρράνων θράση γενναιοφρόνως· 

ηὔφρανας, Ἀγγέλων τάξεις Μεγαλομάρτυς· 

διὰ τοῦτό σε τιμῶμεν, θεῖε ὁπλῖτα, Φανούριε ἔνδοξε.

 


Μεγαλυνάριον.
Χαίροις ὦ Φανούριε Ἀθλητά, 

ὁ πᾶσι παρέχων, τὰ αἰτήματα συμπαθῶς· 

χαίροις εὐσεβούντων, ὁ μέγας ἀντιλήπτωρ,

 καὶ πάσης Ἐκκλησίας, θεῖον ἀγλάϊσμα.

 

Πηγή: synaxarion.gr 

 

 

 

Δεν υπάρχουν σχόλια: