«Ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε· ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον». Ἰησοῦς Χριστός (Ἰωάν. ιστ΄33).

Δευτέρα 8 Νοεμβρίου 2021

Ἡ Σύναξις τῶν Ἀρχιστρατήγων Μιχαὴλ καὶ Γαβριήλ, καί τῶν λοιπῶν ἁγίων ἀσωμάτων καὶ οὐρανίων Ταγμάτων.


  

 

Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν
Τῇ Η' τοῦ αὐτοῦ μηνός, ἡ Σύναξις τῶν Ἀρχιστρατήγων Μιχαὴλ καὶ Γαβριήλ, καί τῶν λοιπῶν ἁγίων ἀσωμάτων καὶ οὐρανίων Ταγμάτων.
Στίχοι
Ἐβουλόμην σοι, Μιχαήλ, ᾄσμα πρέπον
ᾎσαι πρεπόντως, ἀλλ' ἄϋλον, οὐκ ἔχω.
Ὀγδόη οὐρανίης κυδαίνει τάξιος Ἀρχούς.

Εἰς τὴν Σύναξιν τῶν ἐννέα Ταγμάτων, Σεραφίμ, Χερουβίμ, Θρόνων, Κυριοτήτων, Ἐξουσιῶν, Ἀρχῶν, Δυνάμεων, Ἀρχαγγέλων καὶ Ἀγγέλων.
Στίχοι
Ἐπάξιόν τι Ταγμάτων τῶν ἐννέα
Τὶς ἂν γόνος φθέγξαιτο μηνῶν ἐννέα;

Ταῖς τῶν Ἁγίων σου πρεσβείαις, ὁ Θεὸς ἐλέησον ἡμᾶς. Ἀμήν.


Κανών γ', ᾨδὴ η', τοῦ Γαβριὴλ. Ἦχος πλ. δ'. Ἑπταπλασίως κάμινον ΤΟ ΑΚΟΥΤΕ
 

Ἄρχων Ἀγγέλων πέφυκε, Μιχαὴλ ὁ Ἀρχάγγελος, 

ἀλλὰ συνδοξάζεται, αὐτῷ λαμπρότατα, 

ὁ μύστης τῆς χάριτος, καὶ τῆς Παρθένου μνήστωρ σεπτός, 

ὁ τῶν Ἀσωμάτων, Στρατηγός ἐπαξίως, 

χαρὰν προδιαγγέλλων, Γαβριὴλ τοῖς βοῶσι· 

Λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.

 

Τὰ τῶν Ἀγγέλων τάγματα, ἐν ποικίλῃ μορφῇ κατιδών, 

Ἰεζεκιὴλ προϊστορῶν ἐκήρυττεν,

 ἐν οἷς ἑξαπτέρυγα, τὰ Σεραφὶμ παρίστανται, 

καὶ τὰ Χερουβίμ, πολυομμάτως ἐκύκλουν, 

μεθ' ὧν τοὺς Ἀρχαγγέλους, ἠλεκτρίνους ἑώρα, 

Χριστὸν δοξολογοῦντας, εἰς πάντας τοὺς αἰῶνας.

 

Ὡς φοβερὰν τὴν ἔλευσιν, τῆς δευτέρας καθόδου σου, 

ἐκδηλοποιῶν ὁ Δανιὴλ προέλεγεν· 

Ὡς θρόνοι ἐτέθησαν, καὶ παλαιὸς ἐκάθησε, 

καὶ τὰς τῶν Ἀγγέλων, μυριάδας εἰσάγει, 

ἐν φόβῳ, παρεστώσας, καὶ φωναῖς ἀσιγήτοις,\

 βοώσας τῇ Τριάδι, εἰς πάντας τοὺς αἰῶνας.
 

Θεοτοκίον
Ὁ τῷ Πατρὶ καὶ Πνεύματι, ὁμοούσιος Λόγος ἑκών,

 ὤφθη καὶ ἡμῖν, ἐκ τῆς Παρθένου σύμμορφος, 

οὐ φύρας εἰς ἄλληλα, τὰ τῆς φρικτῆς ἑνώσεως· 

εἷς γὰρ ὁ αὐτός, ἐν ἑκατέροις δείκνυται, 

ἐν δύο ταῖς οὐσίαις, καὶ μιᾷ, ὑποστάσει, 

ἧς νῦν τῆς ἐμφερείας, τὸν τύπον προσκυνοῦμεν.


Καταβασία ΤΟ ΑΚΟΥΤΕ
Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ, 

ὁ τόκος τῆς Θεοτόκου διεσώσατο, 

τότε μὲν τυπούμενος, νῦν δὲ ἐνεργούμενος, 

τὴν οἰκουμένην ἅπασαν, ἀγείρει ψάλλουσαν· 

Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, 

καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. 


Πηγή: glt.goarch.org

Δεν υπάρχουν σχόλια: