Ἀπολυτίκιον. Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Τοῦ
πλούτου σκορπίσασα, τὰς μυριάδας σεμνή,
τὸν πλοῦτον τῆς χάριτος, δι’
ἐναρέτου ζωῆς,
Ὁσία ἐπλούτησας·
σὺ γὰρ δι’ ἐγκρατείας, καὶ ζωῆς ἰσαγγέλου,
σκεῦος τοῦ Παρακλήτου, ἐπαξίως ἐδείχθης·
διὸ σὲ μακαρίζομεν, Μελάνη θεόληπτε.
Κοντάκιον. Ἦχος πλ. δ’. Τῇ ὑπερμάχῳ.
Τῇ ἰσαγγέλῳ πολιτείᾳ σου δοξάσασα
Μῆτερ Μελάνη τὸν λαμπρῶς σε θαυμαστώσαντα
Οὐρανίου κατηξίωσαι εὐκληρίας.
Ἀλλ’ ὡς θείας ἀπολαύουσα λαμπρότητος
Σκοτασμοῦ ἁμαρτιῶν ἡμᾶς ἀπάλλαξον
Τοὺς βοῶντάς σοι, χαίροις Μῆτερ ἰσάγγελε.
Μεγαλυνάριον.
Ἔρωτι
τῷ θείῳ τὴν σὴν ψυχήν,
πτερώσασα Μῆτερ, ἠγωνίσω ἀσκητικῶς,
καὶ ἀντί τοῦ πλούτου, τοῦ ἐπιγείου εὗρες,
Μελάνη μακαρία, ὄλβον οὐράνιον.
Πηγή: synaxarion.gr
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου