Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν
Τῇ ΚΑ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Μαξίμου τοῦ Ὁμολογητοῦ.
Στίχοι
Ἄχειρ, ἄγλωττος, χεῖρα καὶ γλῶτταν φύεις
Καὶ χερσὶ Θεοῦ, Μάξιμε, ψυχὴν δίδως.
Εἰκάδι πρώτῃ πότμος Μαξίμου ὄσσ’ ἐκάλυψεν.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Νεοφύτου.
Στίχοι
Τὸν Νεόφυτον ἐκριζοῖ γῆθεν δόρυ,
Νέου φυτοῦ κάλλιστον οἷὰ περ θάλος.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνὴμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ζωσίμου, Ἐπισκόπου Συρακούσης, Σικελῶν νήσου.
Στίχοι
Μετάστασιν Ζώσιμος εὗρεν ἐκ βίου,
ᾯ καὶ πρὸ ταύτης πᾶς μετάστασις βίος.
Τῇ αὐτῇ ἡμέρᾳ, ἄθλησις τῶν Ἁγίων Μαρτύρων Εὐγενίου, Οὐαλλεριανοῦ, Κανδίδου, καὶ Ἀκύλα.
Στίχοι
Τὸν Εὐγένιον, καὶ συνάθλους τρεῖς ἅμα,
Δι’ εὐγένειαν ψυχικὴν κτείνει ξίφος.
Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Σύναξις τῆς Ἁγίας Εἰρήνης, ἐν τῇ ἁγιωτάτῃ Ἐκκλησίᾳ τῇ οὔσῃ πρὸς θάλασσαν καὶ Μνήμη τῆς Ἁγίας Μάρτυρος Ἁγνῆς.
Στίχοι
Ὑπὲρ νέον σοι μόσχον, ὡς Δαυὶδ λέγει
Ἤρεσκεν Ἁγνὴ πυρπολουμένη, Λόγε.
Τῇ αὐτῇ ἡμέρᾳ, οἱ ἅγιοι τέσσαρες Μάρτυρες, οἱ ἐν Τύρῳ, ξίφει τελειοῦνται.
Στίχοι
Στερρῶν ἀθλητῶν τεσσάρων φωνὴ μία·
Ἡμῖν τὸ θνῄσκειν ἐκ ξίφους εὐθυμία.
Ταῖς τῶν ἁγίων σου πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
Πηγή: Μηναῖον Ἰανουαρίου & glt.goarch.org
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου