Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν
Τῇ ΚΒ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Ἀποστόλου Τιμοθέου, μαθητοῦ τοῦ Ἁγίου Ἀποστόλου Παύλου.
Στίχοι
Ἔρωτι θείων Τιμόθεος στεμμάτων,
Τυφθεὶς βάκλοις, ἔβαψε γῆν ἐξ αἱμάτων.
Εἰκάδι δευτερίῃ πνεῦμ’ ἤρθη Τιμοθέοιο.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου ὁσιομάρτυρος Ἀναστασίου τοῦ Πέρσου.
Στίχοι
Ἀναστάσιος ἐν τραχήλῳ τὸν βρόχον,
Ὡς λαμπρὸν ὅρμον ὡραΐζεται φέρων.
Εἰκάδι δευτερίῃ Ἀναστάσιος βρόχον ἔτλη.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων μαρτύρων Μανουήλ, Γεωργίου, Πέτρου,
Λέοντος, Σιωνίου, Γαβριήλ, Ἰωάννου, Λέοντος, Παρόδου καὶ τῶν λοιπῶν
τριακοσίων ἑβδομήκοντα ἑπτά.
Στίχοι
Ξίφος Μανουὴλ εἰς μέρη τέμνει δύω,
Τιμῶντ’ ἀτμήτους οὐσίας Χριστοῦ δύω.
Γεώργιον καὶ Πέτρον, οἷς κοινὸν σέβας,
Τέμνουσι κοινῇ Δεσπότου κοινοῦ χάριν.
Ἄρρητον εἶχε τὴν προθυμίαν Λέων,
Ῥήσσοντος αὐτοῦ τοῦ ξίφους τὴν γαστέρα.
Δέος, ξίφους ταθέντος ἐγγὺς αὐχένων,
Μακρὰν Γαβριήλ, καὶ μακρὰν Σιωνίου.
Ὄντως στρατηγοὶ μὴ πτοούμενοι ξίφος
Ἰωάννης τε καὶ Λέων οἱ γεννάδαι.
Βληθεὶς Πάροδος χειροπληθῶν ἐκ λίθων,
Ὁδὸν παρῆλθεν ἡδέως τὴν τοῦ βίου.
Τρεῖς πενταρίθμους εἰκάδας κτεῖναν ξίφος,
Συνῆψεν αὐτὰς ἑνδεκαπλῇ ἑπτάδι.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
Πηγή: Μηναῖον Ἰανουαρίου & glt.goarch.org
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου